Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Τέταρτος τόπος ἐστὶν ἀπὸ τοῦ περὶ τὸν θάλαμον καὶ παστάδας θεοὺς γαμηλίους ἐρεῖν, ὡς ὅταν λέγωμεν, συνελήλυθε μὲν οὖν ἡ πόλις, συνεορτάζει δὲ ἅπας, πεπήγασι δὲ παστάδες οἷαι οὐχ ἑτέρῳ ποτέ, θάλαμος δὲ πεποίκιλται ἄνθεσι καὶ γραφαῖς παντοίαις, πολλὴν δὲ τὴν Ἀφροδίτην ἔχει· πείθομαι δὲ καὶ ἔρωτας παρεῖναι τόξα ἐντεινομένους, βέλη δὲ ἐφαρμόττοντας, φαρμάκοις πόθων τὰς ἀκίδας χρίσαντας, διʼ ὧν τὰς ψυχὰς [*](272) συγκυρώσουσιν ἀναπνεῖν ἀλλήλαις, ὑμέναιος δὲ ἀνάψει λαμπάδας ἡμῖν καὶ δᾷδας καὶ γαμήλιον πῦρ· χαρίτων τε μνημονεύσεις καὶ Ἀφροδίτης, καὶ μετὰ μικρὸν λοχείας Ἀρτέμιδος, ὅτι ὀλίγῳ ὕστερον διαδέξεται λοχεία Ἄρτεμις, καὶ μαντεύσεται, καὶ τέξετε παῖδας ὑμῖν τε ὁμοίους καὶ ἐν ἀρετῇ λαμπρούς. εἶτα εἰς εὐχὰς καταστρέψεις τὸν λόγον· ἐξέσται δέ σοί ποτε καὶ φιλοτιμουμένῳ τὸν γάμον τὸν θεὸν ἐκφράσαι, οἷός ἐστι, καταρχὰς τοῦ λόγου ἐν τῇ θέσει, ὅτι νέος ἐστὶν ἀειθαλὴς ὁ γάμος, λαμπάδα φέρων ἐν ταῖν χεροῖν, ῥοδινὸς ἐν ἐρυθήματι

405
τὸ πρόσωπον καταλαμπόμενον, ἵμερον ἀποστάζων ἐκ τῶν ὀμμάτων καὶ τῶν ὀφρύων. ἐξέστω δέ σοι καὶ ἀντὶ τοῦ γάμου ἔρωτα ἐκφράσαι ἢ ἐν ἀρχῇ τοῦ λόγου ἢ πρὸς τῷ τέλει· ἂν μὲν γὰρ τὸν γάμον ὑποστήσῃ κατʼ ἀρχάς, τὸν θάλαμον ἐκφράσεις δηλονότι· ἐὰν δὲ τὸν ἔρωτα, τοῦτον τὸν θεὸν ἐκφράσεις, ἐκφράσεις δὲ ἀκολούθως ποτὲ χοροὺς παρθένων καὶ καιρούς, καὶ χοροὺς ήϊθέων καὶ κυβιστῶντας, οἷα παῤ Ὁμήρῳ ἐν τῇ ἀσπίδι· πρέποι δʼ ἂν ταῦτα λέγειν πρὸς τῷ τέλει τοῦ λόγου, ὅταν ὁ λόγος εἰς τὸν θάλαμον καταντήσῃ· τοιούτων γὰρ [*](273) ἐνταῦθα ὁ καιρός, ἐν δὲ τῷ θετικῷ λόγῳ καταρχὰς καιρὸν ἔχει μᾶλλον ἐκφράζειν τὸν θεὸν τῶν γάμων ἢ τὸν ἔρωτα, ὁπότερον ἂν τούτων ὑποστήσῃ.