Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

4 Τὸ τῆς λαλιᾶς εἶδος χρηησιρῶτατόν ἐστιν ἀνδρὶ σοφιστῇ, καὶ ἔοικε δύο εἴδεσι τῆς ῥητορικῆς ὑποπίπτειν τῷ τε ὅυμβουλευτικῷ καὶ τῷ ἐπιδεικτικῷ· πληροῖ γὰρ ἑκατέρου τὴν χρείαν· καὶ γὰρ ἄρχοντας ἐὰν ἐγκωμιάσαι βουλώμεθα, πολλῶν ἐγκωμίων παρέχει τὴν ἀφθονίαν· καὶ γὰρ δικαιοσύνην αὐτῷ καὶ φρόνησιν καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς λαλιᾶς καταμηνύειν δυνάμεθα. καὶ μὴν καὶ συυβουλεῦσαι διὰ λαλιᾶς ὅλῃ τῇ πόλει καὶ ἀκροαταῖς πᾶσι καὶ ἄρχοντι, εἰ βουλοίμεθα, προσδραμόντι πρὸς τὴν ἀκρόασιν ῥᾴδιον. καὶ μὴν καὶ αὐτῷ καταμηνῦσαί τινα ὀργὴν ἢ λύπην ἢ καὶ ἡδονὴν πρὸς τοὺς ἀκροατὰς διὰ λαλιᾶς οὐ κεκώλυται, ἔξεστι δὲ καὶ σχηματίσαι διάνοιαν ὅλην ἢ ἀποσκώπτοντα ἢ κωμῳδεῖν ἐπιχειροῦντα, ἦθός τινος προαιρούμενον, ἢ ψέγοντα βίον, ἢ ἄλλο τι τῶν [*](248) τοιούτων. εἰπόντες δὲ τούτων παραδείγματα πειρασόμεθα

389
καὶ περὶ τῶν ὑπολοίπων τοῦ γένους διεξελθεῖν.

Ἄρχοντός τινος ἔθνους διὰ λαλιᾶς πρόκειται ἡμῖν ἐγκώμιον. οὐκοῦν ζητήσομεν ὁποῖός ἐστι περὶ βασιλέας, ὁποῖός ἐστι περὶ κατασκευὰς τῶν πόλεων, καὶ τῶν δημοσίων οἰκοδομημάτων, καὶ περὶ τὰς κρίσεις τῶν ἰδιωτῶν, ὁποῖος δὲ καὶ καθʼ ἑαυτὸν τὸν τρόπον, ὁμιλητικὸς πρᾷος ἢ τοὐναντίον αὐστηρὸς καὶ κατεστυμμένος. οὐκοῦν ληψόμεθα πρὸς τοῦτο τὸ παράδειγμα ἱστορίαν ἀρχαίαν ἢ πλάσαντες αὐτοί, ἵνα μὴ δοκῶμεν γυμνοῖς αὐτοῖς τοῖς πράγμασιν ἐγχειρεῖν· οὐ γὰρ ἔχει τοῦτο ἡδονήν· χαίρει γὰρ τὸ τῆς λαλιᾶς εἶδος τῇ γλυκύτητι καὶ τῇ τῶν διηγημάτων ἁβρότητι. παραγένοιτο δʼ ἂν ἡ γλυκύτης τῶν λόγων, εἰ παραδείγματα λέγοιμεν διʼ ὧν ἐμφανιοῦμεν ὃ προαιρούμεθα, ἱστορίας ἡδίστας τοῖς ἀκροαταῖς μαθεῖν ἐκλεγόμενοι, οἷον περὶ θεῶν, ὅτι καὶ θεοὶ πεφύκασιν ἐπιμελεῖσθαι τῶν ἀνθρώπων, οἷον εἰ Ἡρακλέους μνημονεύοιμεν ὡς πειθομένου μὲν ἀεὶ τῷ Διῒ προστάττοντι, ἀθλοῦντος δὲ ὑπὲρ τοῦ βίου τῶν ἀνθρώπων, καὶ τούς μὲν ἀδίκους ἐξαιροῦντος, τοὺς ἀγαθούς δὲ ἐγκαθιστάντος πρὸς ἐπιμέλειαν τῶν πόλεων. εἰ Ἀγησίλαον λέγοιμεν, ὡς πειθόμενον Δακεδαιμονίων τοῖς προστάγμασιν, ἄρξαντα [*](249) δὲ τῆς Ἰωνίας καὶ τῆς Ἑλλησπόντου λαμπρῶς, καὶ θαυμασθέντα οὕτως, ὥστε καὶ ταινίαις ἀναδεθὴναι παρὰ τῶν ὑπηκόων καὶ ἄνθεσι βάλλεσθαι ταῖς πόλεσιν ἐπιδημοῦντα. μεστὴ δὲ καὶ ἡ ίστορία Ἡροδότου γλυκέων διηγημάτων, ἐν οἷς ἡδονὴ παντοδαπῶς παραγίνεται τῷ λόγῳ οὐ μόνον ἀπὸ τῆς ξένης τῶν διηγημάτων ἀκοῆς, ἀλλὰ καὶ ἀπὸ τῆς ποίας συνθέσεως, ὅταν μὴ τραχείᾳ χρώμεθα τῇ ἐξαγγελίᾳ, μηδὲ περιόδους ἐχούσῃ καὶ ἐνθυμήματα, ἀλλʼ ὅταν ἁπλουστέρα τυγχάνῃ καὶ ἀφελεστέρα,

390
οἵα ἡ Ξενοφῶντος καὶ Νικοστράτου καὶ Δίωνος τοῦ Χρυσοστόμου καὶ Φιλοστράτου τοῦ τῶν Ἡρωικῶν τὴν ἐξήγησιν καὶ τὰς Εἰκόνας γράψαντος ἐρριμμένη καὶ ἀκατασκεύαστος. χρὴ δὲ καὶ ὀνείρατα πλάττειν καὶ ἀκοήν τινα προστίθεσθαι ἀκηκοέναι, καὶ ταύτην βούλεσθαι ἐξαγγέλλειν τοῖς ἀκούουσιν, ὁνείρατα μέν, ὡς εἰ λέγοιμεν, ὅτι παραστὰς νύκτωρ Ἑρμῆς προστάττοι κηρύττειν τὸν ἄριστον τῶν ἀρχόντων, καὶ πειθόμενος τοῖς ἐκείνου προστάγμασιν ἐρῶ κατὰ μέσον θεάτρων, ἅπερ ἐκείνου λέγοντος ἢκουσα· ἀκοὴν δὲ ὡς εἰ λέγοιμεν οὕτως, ὅτι ἀπήγγειλέ τις ἐμοὶ τῶν ἀπὸ ἀστυγείτονος [*](250) πόλεως πολλὰς ἀρετὰς· καὶ θαυμαστάς, ἃς ἐν ὑμῖν, εἰ σχολὴν ἀκούειν ἂγοιτε, φράσαι προαιροῦμαι.