Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ἐπὶ τούτοις μὲν καταπαύσεις τὸν λόγον τὸν περὶ τούτων, μνημονεύσεις δὲ μετὰ τοῦτο τῆς τύχης, λέγων [*](229) ὅτι συμπαρομαρτεῖν δὲ ἔοικεν ἐφʼ ἅπασι καὶ πράξεσ καὶ λόγοις τῷ βασιλεῖ τῷ μεγάλῳ τύχη λαμπρά· κατορθοῖ γὰρ ἕκαστον κρεῖττον εὐχῆς, καὶ ὅτι παίδων γένεσις αὐτῷ δεδώρηται, ἄν οὕτω τύχῃ, καὶ φίλοι πάντες εὖνοι καὶ δορυφόροι κινδυνεύειν ὑπὲρ αὐτοῦ πρόθυμοι. ἥξεις δὲ ἐπὶ τὴν τελειοτάτην σύγκρισιν, ἀντεξετάζων τὴν αὐτοῦ βασιλείαν πρὸς τὰς πρὸ αὐτοῦ βασιλείας,

377
οὐ καθαιρῶν ἐκείνας ἄτεχνον γάρ, ἀλλὰ θαυμιάζων μὲν ἐκείνας, τὸ δὲ τέλειον ἀποδιδοὺς τῇ παρούσῃ. οὐκ ἐπιλήσῃ δὲ τοῦ προειρημένου θεωρήματος, ὅτι ἐφʼ ἑκάστῳ τῶν κεφαλαίων ποιήσει συγκρίσςις, ἀλλʼ ἐκεῖναι μὲν ἔσονται μερικαί, οἷον παιδείας πρὸς παιδίαν ἢ σωφροσύνης πρὸς σωφροσύνην, αὗται δὲ περὶ ὅλης ἔσονται τῆς ὑποθέσεως, ὡσανεὶ βασιλείαν ὅλην ἀθρόως καὶ ἐν κεφαλαίῳ πρὸς ὅλην βᾳσιλείαν συγκρίνομεν οἷον τὴν Ἀλεξάνδρου πρὸς τὴν παροῦσαν. μετὰ τὴν σύγκρισιν οἱ ἐπίλογοι. ἐκ τούτοις ἐρεῖς τὰς εὐετηρίας, [*](230) τὰς εὐδαιμονίας τῶν πόλεων, ὅτι πλήρεις, μὲν ὠνίων αἱ ἀγοραί, πλήρεις δὲ ἑορτῶν καὶ πανηγύρεων αἱ πόλεις, γεωργεῖται μετʼ εἰρήνης ἡ γῆ, πλεῖται ἡ θάλωσσα ἀκινδύνως, εὐσέβεια δὲ ἡ περὶ τὸ θεῖον ηὔξηται, τιμαὶ δὲ κατὰ τὸ προσῆκον ἑκάστοις νέμονται, οὐ δεδοίκαμεν βαρβάρους, οὐ πολεμίους, ὀχυρώτερον τοῖς βασιλέως ὅπλοις τετειχίσμεθα ἢ τρῖς τείχεσιν αἱ πόλεις, αἰχμαλώτους οἰκέτας κεκτήμεθα αὐτοὶ μὴ πολεμοῦντες, παρᾲ δὲ τῆς βασιλέως χειρὸς νικώσης δεχόμενοι. τίνας ὖ?? εὐχὰς εὔχεσθαι δεῖ τῷ κρείττονι τὰς πόλεις ἢ ὑπὲρ βασιλέως ἀεί; τί δὲ μεῖζον αἰτεῖν παρὰ τῶν θεῶν ἢ βασιλέα σώζεσθαι; ὄμβροι γὰρ κατὰ καιρὸν καὶ θαλά??σης φοραὶ καὶ καρπῶν εὐφορίαι διὰ τὴν τοῦ βασιλέως δικαιοσύνην ἡμῖν εὐτυχοῦνται· τοιγάρτοι καὶ ἀμειβόμεναι αὐτὸν αἱ πόλεις καὶ ἔθνη καὶ γένη καὶ φυλαὶ στεφανοῦμεν, ὑμνοῦμεν, γράφομεν, πλήρεις εἰκόνων αἰ πόλεις, αἰ μὲν πινάκων γραπτῶν, αἱ δέ που καὶ τιμιωτέρας ὕλης. ἐπὶ τούτοις εὐχὴν ἐρεῖς αἰτῶν παρὰ θεοῦ εἰς μήκιστον χρόνον προελθεῖν τὴν βασιλείαν,δίαδοθῇναι [*](231) εἰς παῖδας, παραδοθῆναι τῷ γένει.

Ἐπιβατήριον ὁ βουλόμενος λέγειν δῆλός ἐστι βουλόμενος 3

378
προσφωνῆσαι ἢ τὴν ἑαυτοῦ πατρίδα ἐξ ἀποδημίας ἥκων, ἢ πόλιν ἑτέραν, εἰς ἣν ἂν ἀφίκηται, ἢ καὶ ἄρχοντα ἐπιστάντα τῇ πόλει. οὐκοῦν ἐν τούτοις ἅπασι τὸ προοίμιον ἐκ περίχαρείας εὐθύς· δεῖ γὰρ συνηδόμενον φαίνεθαι ἢ ταῖς πόλεσιν, ὅτε θαυμάσιόν τινα καὶ ἐπαινούμενον ἄρχονυα δέχονται, ἢ τῷ ἄρχοντι, ὅτι ἐπʼ ἀγαθῇ τινι μοίρᾳ ἥκει, ἢ καὶ αὐτὸν ἑαυτῷ τὸν λέγοντα ὅτι τεθέαται ἢ πόλιν ἤ ἄρχοντα, ὃν πάλαι τε καὶ ἐκ πλείωνος ἰδεῖν ἐπεπόθει· κἂν μὲν ἄρχοντα, εὐθὺς ἐρεῖς· ἀλλʼ ἥκειη μὲν ἐπʼ αἰσίοις συμβόλοις ἄνωθεν λαμπρός, ὥσπερ ἡλίου φαι???ὰ τις ἀκτὶς ἄνωθεν ἡμῖν [*](232) ὀφθ εῖσα, οὗ πάλαι μὲν ἀγαθὴ φήμη διήγγειλε τὴν ἐπʼ αἰσίοις ἄφιξιν καὶ εὐκταιοτάτην μοῖραν τῶν ὑπηκόων· εἶτα κατασκευάσεις, ὅτι βεβαιοῖς ἐν ἔργῳ τὴν φήμην, ἦ ὅτι ὑπερβάλλεις τὴν φήμην, ἢ ὡς ἂν ὁ καιρὸς θιδῷ. εἶτα μετὰ τὸ προοίμιον τοῦτο ἥξεις εἰς τὸν περὶ τῶν ὑπηκόων λόγον. δίπλοῦς δʼ οὗτος· ἢ γὰρ κακῶς πεπονθέτων αὐτῶν παρὰ τοῦ μικρῷ πρόσθεν ἄρχοντος διατ??τώσεις καὶ αὐξήσεις τὰ δυσχερῆ, μηδὲν βλασφημῶν τὸν παυσάμενον, ἀλλὰ ἀπλῶς τὴν δυστυχίαν τῶν ὑπηκόων λέγων, εἶτα ἐπάξεις, ὅτι ὥσπερ νυκτὸς καὶ ζόφου τὰ πάντα κατειληφότος αὐτὸς καθάπερ ἥλιος ὀφθεὶς πάντα ἀθρόως τὰ δυσχερῆ διέλυσας, καὶ ἐργάσῃ τοῦτο καὶ οὐ παραδραμεῖς, ὅτι τοίνυν ἀν-έπνευσαν ἅπαντες ὧσπερ νέφους τινὸς τῶν δεινῶν παραδραμόντων· ἢ οὐδὲν πεπονθότων ἐρεῖς· αὐτίκα μὲν ἐπαυσάμεθα μεγίστας εὐεργεσίας ὁμολογοῦντες τῷ ἂρχοντι, ἄρτι δὲ ἀκούσαντες ἀγαθῶν ἀγγελίαν καὶ μἔλλοντες ἀφʼ ἱερῶν ἐφʼ ἱερά, ὡς ἂν εἴποι τις, καὶ ἐκ τῶν καλλιόνων φαιδροὶ καὶ γεγηθότες ἀπηντήκαμεν. εἶτα [*](233) μετὰ ταῦτα πάλιν ἐρεῖς, ὅτι τάς τε ἂλλας χάριτας μεγέσρας τοῖς βασιλεῦσιν ὀφείλοντες, ἐφʼ οἷς ὑπὲρ ἡμῶν
379
ἀθλοῦσι, καὶ ἐπὶ τούτοις ἄν μείζους ὁμολογήσαιμεν, ὅτι τοιοῦτον ἡμῖν κατεπεμψαν. πειρωδʼ ἐν τοῖς τυιούτοτς λόγοις ἀεὶ συντέμινειν τὰ βασιλέως ἐγκώμια, καὶ αηδὲν. διατρίβειν, ἵνα μὴ διπλὴν ποιήσῃς τὴν ὑπόθεσιν. ἐὰν μὲν. οὖν ἔχῃς πράζεις εἰπεῖν τοῦ ἄρχοντος,· ἐρεῖς· εἰ δὲ μή, περιέργως ἢ πατρίδα ἢ ??θνος ἐκφράσεις καὶ χωρογραφήσεις τῳ λόγῳ ἀπὸ τῶν ἐπισἠμοτάτων καὶ θρυλουμένων περὶ τῆς χώρας ἢ τῆς πατρίδος, ὅτι Ἰταλιώτης, ἐκ πίας δὲ χώρας ἢ πόλεως περιωνύμου, ??ἷ?? τῆς Ῥώμης, ζητήσεις δὲ καὶ τοῦ γένους πράξις. εἷ δὲ εὐποροίης πράξεων ποῦ ἐπαινουμένου, ἐκ τούτων θηρασ??ς τὸν ἔπαινον᾿, ὥστε μὴ αὐχμηρὰν καὶ ἄγονον, παρασχέσθαι τὴν ὑπόθεσιν· ἔπειτα λέγε· πείθομαι δὲ τὸν ἐκ τοιούτων γεγονότα πρὸς τοὺς ἑαυ??ῦ πατέρας ἁμιλλώμενον ἀγαῦὸν περὶ· ἡμὰς γανέσθαι καὶ δίκαιον· μαὶ γὰρ καὶ ἐκεῖνοι δίκαιοι· οὐκοῦν δικάσει μὲν ἡμῖν ὑπὲρ τὸν Αίακόν, ὑπὲρ τὸν Μίνωα ὑπὲρ τὸν Ῥαδάμανθυν· καὶ τούτου ἄμεινσν ἤδη προμανετεύομα, Ἕλληνες. καὶ εἰπὼν τὰ τοιαῦτα καὶ βείω περὶ ??ικαιοσύνης, ὅτι οὐδεὶς ἀδίκως οἰκήσει τὸ δεσμωτήρων ἢυδίκην ??ώσει τῷ νόμῳ, οὐ προκριθήσεταὶ πλούσιος, οὐ χαμαι πεσ??ῖτα λόγος τοῦ πένητρς· δίκαιος, πεπαύσθ σαῖν οἱ πλούἀσἰοι ταῖς περιουσίαις κομπούμενοι, πεπαύσθωσαν [*](234) οἱ πένητες ὀδυρόμενοι τὴν ἀσθένειαν, ἥξῃ ??ἐπὶ τὸν τῆς ἀνδρείας ἔπαινον, ὅτι πρεσβεύσει πρὸς, βασιλέα ὑπὲρ ἡμῶν τοῖς· γράμμασι· καὶ γὰρ οἱ πατέρες ἀεὶ ἐπρέσβευσαν αὐτοῦ, ἢ πολλάκις ἄρχοντας εἰ ἔχομς λεγειν. ἀντιστήσεταε τοῖς δεινοῖς, ὥσπερ ἀγαθὸς κρνήτης ὑπὲρ τοῦ σκάφους ὑπερέχοντος τοῦ κλύδ καὶ τὰς ἀρετὰς δὲ τὰς ἄλλας οὕτως ἐκ μεθόδου πρὸ προλέγων, ὅτν τοιόσδε δέ ἐστι καὶ τοιόσδε, οἷ ??φ ρων τυχφάμων ἔ??ναι. κρεἰτι ??
380
ἡδονῶν· καὶ ἐπάξεις μετὰ ταῦτα τὸν περὶ τῆς φρονή- σεως λόλον, ἐπισφραγιζόμενοςὰ τὰ προειρημένα, ὅτι πάντα ἄ ταῦτα ποιήσει διὰ φρόνησιν καὶ σύνεσιν· ὃς γὰρ ἀγνοεῖ τῶν προσηκόντων οὐδέν, περὶ πάντων δὲ ἀκριβῶς ἐπισκέπτεται, πῶς οὐ δῆλός ἐστιν ὁμολογουμένως μέλλων ἄρχειν ἐπʼ ἀγαθῷ τῶν ὑπηκόων καλῶς. τάξεις δʼ ἀεὶ τὰς ἀρετὰς ἐν ἁπάσῃ ὑποθέσει, ὡς ἄνςσοι συμφέρειν ὁρᾷς, καὶ ὡς ἂν ἴδῃς ὑποδεχομένην τὴν ἀκολουθίαν τοῦ λόγου. ἐπειδὴ δὲ συγκρίσεις οὐ δυνάμεθα [*](235) τάττειν πρὸς τὰς πράξεις διὰ τὸ μηδέπω πεφηνέναι τοῦ ἄρχοντος πράξεις, συγκρίνομεν αὐτοῦ τὸ γένος γένει ἐνδόξῳ ἢ τῶν Ἠρακλειδῶν ἦ τῶν Αἰακιδῶν. ἐν δὲ ταῖς ἀρεταῖς οὐ συγκρίνομεν· τί γὰρ ἄν καὶ συγκρίναιμεν μηδέπω μηδενὸς γεγονότος; ἐν μεθόδῳ δὲ εἰσάξομενῆ ἐν μὲν τῇ δικαιοσύνῃ οὕτως· οὐ γὰρ δὴ φωκίων μὲ καὶ Ἀριστείδης καὶ εἴ τις τοιοῦτος ἕτερος τῆς ἐκ, τῶν ἔργων εὐδοξίας ἐπεθύμησαν, ὁ δὲ ἡμέτερος παρόψε τὴν ἐκ τούτων εὔκλειαν, ἀλλʼ ὥσπερ ἐκεῖνοι διʼ ἀοετὴν ἀείμνηστοι γεγόνασιν, οὕτως καὶ αὐτὸς ἐπιθυμήσεν μνήμην καλλίστων ἔργων ἐν ταῖς διανοίαις ταῖς ἡμετέραις καταλιπεῖν, ζηλώσει τὸν Μένωα, μιμήσεται τὸ. Ῥαδάμανθυν, ἁμιλληθήσεται πρὸς τὸν Αἰακόν· καὶ καθʼ ἑκάστην τῶν ἀρετῶν οὕτως ποιήσεις, ἀπὸ τὸῦ μέλλοντος κατʼ εἰκασμὸν καὶ κατὰ τὸ ἀκόλουθον τὸν, ἔπαινον ὁριζόμενος. τὰς δὲ συγκρίσεις τὰς πρὸς ὅλην τὴν ὑπόθεσιν ἐργασόμεθα οὕτως· ὅσοι μὲν οὑν γεγόνασιν ἄρχοντες καὶ παρʼ ἡμῖν καὶ παρʼ ἑτέροις, ἢ τῷ γένει μόνῳ σεμνύνεσθαι ἔδοξαν, ἢ φρόνησιν προύβάλλοντο [*](236)ἢ τῶν ἄλλων μίαν ἀρετῶν· οὗτος δὲ ὅτι τῷ γένει πάντων κρείττων ἐστί, καθάπερ καὶ ὁ ἥλιος τῶν ἀστέρων δέδεικται, μετὰ μικρὸν δὲ καὶ ἐπὶ ταῖς ἀρεταῖς θανμασθήσεται, κρείττων μὲν ἐν δικαιοσύνῃ τῶν ἐπὶ
381
δικαιοσύνῃ φρονούντων ὀφθείς, κρείττων δὲ ἐν ἀνδρείᾳ, καὶ κρείττων δὲ ἐν σωφροσύνῃ, ἢ οὐκ ἔλαττον τῶν ἐπὶ τοῖς ἔργοις τοῖς ἐπὶ τούτων δοξάντων μέγα φρονεῖν. ἐξέσται δέ σοι καὶ ἡμιθέων καὶ στρατηγῶν μνημονεῦσαι ἐν τῇ συγκρίσει πάσας ἐνταῦθα τὰς ἀρετὰς συγκρίνοντι. τούς δὲ ἐπιλόγους ἐργάσῃ, ὡς ἀπὸ τοῦ σκοποῦ τῆς ὑποθέσεως δεξιούμενος τοὺς ὑπηκόους, οἷον ὅτι προσαπηντήκαμεν δέ σοι ἅπαντες ὁλοκλήροις τοῖς γένεσι, παῖδες, πρεσβῦται, ἅνδρες, ἱερέων γένη, πολιτευομένων συστήματα, δῆμος περιχαρῶς δεξιούμενοι, πάντες φιλοφρονούμενοι ταῖς εὐφημίαις, σωτῆρα καὶ τεῖχος, ἀστέρα φανώτατον ὀνομάζοντες, οἱ δὲ παῖδες τροφέα μὲν ἑαυτῶν, σωτῆρα δὲ τῶν πατέρων· εἰ δὲ δυνατὸν ἦν καὶ ταῖς πόλεσιν ἀφεῖναι φωνὴν καὶ σχήματα λαβεῖν γυναικῶν ὥσπερ ἐν δράμασι, εἶπον ἄν· ὦ μεγίστης ἀρχῆς, ἡδίστης δὲ ἡμέρας, καθʼ ἢν ἐπέστη νῦν ἡλίου φῶς φαιδρότερον· νῦν ὥσπερ ἔκ τινος ζόφου προσβλέπειν δοκοῦμεν λευκὴν ἡμέραν· μετὰ μικρὸν ἀναθήσομεν εἰκόνας, μετὰ μικρὸν ποιηταὶ καὶ λογοποιοὶ καὶ [*](237) ῥήτορες ᾄσουσι τὰς ἀρετὰς καὶ διαδώσουσιν εἰς γένη πάντων ἀνθρώπων· ἀνοιγέσθω θέατρα, πανηγύρεις ἄγωμεν· ὁμολογοῦμεν χάριτας καὶ βασιλεῦσι καὶ κρείττοσι. καὶ ταῦτα μὲν περὶ ἄρχοντος ἀρτίως τοῖς ὑπηκόοις ἐπιστάντος εἰρήκαμεν, ἐὰν δέ τινος λέγωμεν ἐπιβατήριον ἄρχοντος μὲν πάλαι τοῦ ἔθνους, ἄρτι δὲ ἐπιστάντος τῇ ἡμετέρᾳ, τὰ μὲν αὐτά, οἷα καὶ ἐκ περιχαρείας εἰρήκαμεν, δεῖ λαμβάνειν· ἐρεῖς δὲ τὰς πράξεις καθʼ ἑκάστην μὲν τῶν ἀρετῶν, μετὰ δὲ τὰ ἐκ περιχαρείας. οὕτω δὲ διαιρήσεις τὸν λόγον βασιλέως· διʼ ὀλίγων ἐρεῖς ἐγκώμιον, γένος ἐὰν ἔχῃ λαμπρόν, διὰ βραχέων ὁμοίως καὶ τοῦτο, εἶτα τὰς πράξεις καθʼ ἑκάστην τῶν ἀρετῶν ἰδίᾳ συγκρινεῖς, εἶτα ἀθρόαν σύγκρνσιν,
382
εἶτα τοὺς ἐπιλόγους. δοκεῖ δὲ περιττὸν ἔχειν ὁ ἐπιβατήριος λόγος κατὰ τοῦ προσφωνητικοῦ τὸ ἐκ περιχαρείας κεφάλαιον μετὰ τὰ προοίμια, καὶ ταῦτα ἐκ περιχαρείας λαμβανόμενα· ὅμως δὲ οὐδὲν κωλύει μετὰ τὰ προοίμια τελείαν ἐργασίαν τῶν κεφαλαίων δίδοσθαι. χρήσῃ δὲ ἐν ταῖς τοιαύταις ὑποθέσεσι ταῖς τῶν προςφωνητικῶν καὶ τῶν ἐπιβατηρίων ἢ ἑνὶ προοιμίῳ ἢ καὶ [*](238) δευτέρῳ πολλάκις, ἔστι δὲ ὅτε καὶ τρισὶ χρήσῃ, ὅταν ἀπαιτῇ καὶ τοῦτο ἡ ὑπόθεσις.