Περὶ ἐπιδεικτικῶν
Menander Rhetor
Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.
Ἐὰν δὲ ὑπὲρ πόλεως καμνούσης δέῃ πρεσβεῦσαι, 13 ἐρεῖς μὲν καὶ ταῦτα ἃ προείρηται ἐν τῷ στεφανωτικῷ, πανταχοῦ δὲ τὸ τῆς φιλανθρωπίας τοῦ βασιλέως αὐξήσεις, καὶ ὅτι φιλοικτίρμων καὶ ἐλεῶν τοὺς δεομένους, καὶ ὅτι διὰ τοῦτο ὁ θεὸς αὐτὸν κατέπεμψεν, ὅτι ἤδει αὐτὸν ἐλεήμονα καὶ εὖ ποιοῦντα τούς ἀνθρώπους, καὶ ὅταν εἴπῃς τὰ ἀπὸ τῆς ἀνδρείας ἐν τοῖς πολέμοις καὶ τὰ ἀπὸ τῆς εἰρήνης ἀγαθά, ἣξεις ἐπὶ τὴν μνήμην τῆς. πόλεως, ὑπὲρ ἧς πρεσβεύεις. ἐν δὲ ταύτῃ δύο τόπους ἐργάσῃ, ἔνα μὲν τὸν ἀπὸ τῆς τοῦ ἐναντίου αὐξήσεως, οἷον ἦν ποτε τὸ Ἴλιον πόλις λαμπρὰ καὶ ὀνομαστοτάτη τῶν ὑφʼ ἥλιον πασῶν, καὶ ἀντέσχεν πρὸς τοὺς ἀπὸ τῆς Κὐρώπης πολέμους τὸ παλαιόν· εἶτα τὸν ἐκ διατυπώσεως, ἐν ᾧ καὶ διασκευάσεις τὴν παροῦσαν τύχην, ὅτι πέπτωκεν εἰς ἔδαφος, καὶ μάλιστα ἐκείνων μνημονεύσεις [*](298) ἃ πρὸς τὴν χρείαν καὶ τὴν ζωὴν ἐκλαμβάνεσθαι πέφυκε, καὶ ὧν εἰώθασιν οἱ βασιλεῖς προνοεῖσθαι, οἷον ὅτι λουτρὰ συμπέπτωκεν, ὑδάτων ὀχετοὶ διεφθάρησαν, κόσμος ὁ τῆς πόλεως συγκέχυται, καὶ τὰ τοιαῦτα ἐλεεινολογησάμενος ἐπάξεις, ὅτι διὰ ταῦτα ἱκετεύομεν, δεόμεθα, πρὸ τῶν γονάτων πίπτομεν, τὰς ἱκετηρίας προτείνομεν· νόμιζε γὰρ τὴν τοῦ πρεσβευτοῦ φωνὴν εἶναι πάσης τῆς πόλεως, διʼ ἧς νόμιζε καὶ παῖδας καὶ γυναῖκας καὶ ἄνδρας καὶ πρεσβύτας δάκρυα προχέειν,
14 Ἐὰν ἂρχοντα καλῇς εἰς πανήγυριν, ὡς ἔθος, [*](299)ἐρεῖς μὲν ἐν τοῖς προοιμίοις τὴν αἰτίαν τῆς ἀφίξεως καὶ τῆς κλήσεως, ὅτι πέπομφεν ἡ πόλις πάλαι μὲν καὶ ἄνευ προφάσεως ποθοῦσα καὶ βουλομένη τῶν σοι προσόντων ἐξαιρέτων μετέχειν ὁσημέραι· πολὺ δὲ πλεῖον ἐπὶ τοῦ παρόντος, ὅτι καὶ πανήγυριν ἄγει καὶ δεῖται μείζονος θεατοῦ πρὸς τὰ δρώμενα. εἶτα ἐρεῖς ἐγκώμιον τῆς πανηγύρεως, ἀφʼ ἧς ἡ κλῆσις, εἰπών ὧδέ πως· ἵνα δὲ γνῷς τὴν ὑπόθεσιν καὶ τὴν πανήγυριν ἐφʼ ἣν ἡ κλῆσις, μικρὸν ἄνωθεν ἄρξομαι, καὶ ἐρεῖς τῆς πανηγύρεως ἐγκώμιον, μετὰ δὲ τὴν πανήγυριν ἐπαινῶν καὶ λέγων ὅτι τίθεται θεῶν τινι ἢ ἡρώων. μετὰ τὸν τῆς πανηγύρεως ἔπαινον ἐρεῖς ἐγκώμιον τῆς πόλεως, εἴ τι ἀρχαῖον ἔχεις, εἶτα τοῦ ἄρχοντος ἀναγκαίως. δεῖ γὰρ πρότερον ἐγκωμιάσαι τὴν πανήγυριν· τοῦτο γὰρ ἐνταῦθα τὸ προηγούμενον, ὅθεν ἄρχεσθαι μάλιστα δεῖ, εἶτα τὴν πόλιν, καὶ μετὰ ταῦτα τὸν ἄρχοντα. προσθήσεις δὲ πανταχοῦ τὸ τῆς πανηγύρεως· πλέον γάρ τι ἐχέτω καὶ [*](360) οὗτος ὁ λόγος ὁ τῆς πανηγύρεως, διότι οὐχ ἀπλῶς πλῆσίς ἐστιν, ἀλλὰ καὶ ἐπὶ πανήγυριν. διὸ ἔφαμεν δεῖν πανταχοῦ τὸ ἐξαίρετον τῆς ὑποθέσεως πλεονάζειν. λέγε δὲ τὰ κατὰ τὴν πανήγυριν μετὰ τὸν ἂρχοντα οὕτως, ὅτι σεμνὴ καὶ ὅτι θαύματος ἀξία πολλοῦ, καὶ ὅτι θεάσῃ δήμους, πόλεις συνεληλυθυίας, ἀθλητὰς πανταχόθεν, τοὺς ἀρίστους κιθαριστάς, αὐλητάς, οὐκ ὁλίγους τῶν τὴν μουσικὴν μετιόντων ἀνδρῶν, οἵ σε περιμένουσι· καὶ οὐδὲ τούτων οὐδεμίαν ἀπόλαυσιν ἕξειν ἡγούμενοι χωρὶς τῆς σῆς ἐπιδημίας καλοῦσιν ἐπὶ τὴν πανήγυριν
Ἐὰν δὲ μήτε πανήγυρις μήτε ἱερομηνία τυγχάνῃ, διʼ ἣν ἡ κλῆσις, ἀλλʼ ἀπλῶς ἐπὶ πόλιν καλῇς, εὐθέως ἐν προοιμίοις ἐρεῖς· φθάνεις μὲν ἴσως καὶ πρὸ τῶν ἡμετέρων λόγων, εὗ διακείμενος πρὸς τὴν πόλιν τὴν ἡμετέραν, καὶ πόθον ἔχων τῆς θέας· καὶ γὰρ τοῦτο τεθρύληται· ὅμως δὲ κέρδος μέλλοντες κερδαίνειν οὐχὶ σμικρὸν ἥκομεν τῆς προαιρέσεως χάριν ἐκτιννύντες διὰ τῆς εὐφημίας, καλοῦντες δὲ οὐδὲν ἧττον καὶ παρακαλοῦντες, ἐφʼ ἣν σπεύδεις ἐλθεῖν. εἶτα [*](302) ἐὰν ἀξίωμα ὁ καλῶν ἔχῃ λαμπρόν, ἐρεῖς τι καὶ περὶ τούτου ἐν προοιμίῳ δευτέρῳ· πολλοὶ μὲν οὖν τὴν