Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ὑπομεριεῖς δὲ τὸν ἐπὶ ταῖς πράξεσιν ἔπαινον εἰς τέσσαρας ἀρετάς, φρόνησιν, δικαιοσύνην, σωφροσύνην, [*](285) ἀνδρείαν· καὶ ἐν μὲν τῇ φρονήσει τὴν ἐμπειρίαν τῶν νόμων, τὴν παίδευσιν ἐπαινέσεις, τὸ προορᾶσθαι τὰ μέλλοντα, τὸ περὶ τῶν παρόντων ἀκριβῶς βουλεύεσθαι δύνασθαι, τὸ βασιλεῦσιν ἀντιγράφειν, περὶ ὧν ἂν ἐπιστέλλωσιν, οὕτως ὥστε ἐκείνους ἐπαινεῖν καὶ θαυμάζειν τὸ διελέγχειν τοὺς ῥήτορας, τὸ γινώσκειν ἐκ προοιμίων τὴν ὅλην διάνοιαν τῆς ὑποθέσεως, ἐν ᾧ καὶ

416
καιρὸν ἔξεις Δημοσθένους καὶ Νέστορος καὶ νομοθετῶν ἀρίστων μνήμην ποιεῖσθαι· τεχνικὸν γὰρ καθʼ ἕκἂστον μέρος ἀρετῆς καὶ συγκρίσεις οἰκείας παραλαμβάνειν, ἵνα ὁ λόγος διʼ αὐτῶν πλείους τὰς αὐξήσεις λαμβάνῃ. ἐν δὲ τῇ δικαιοσύνῃ πάλιν ἐρεῖς τὴν πρὸς τοὺς ὑπῃκόους φιλανθρωπίαν, τὸ ἥμερον τοῦ τρόπου, τὸ ὁμιλητικὸν πρὸς τοὺς προσιόντας, τὸ καθαρὸν ἐν ταῖς δίκαις καὶ ἀδωροδόκητον, τὸ μὴ πρὸς χάριν, μὴ ??ρος ἀπέχθειαν κρίνειν τὰς δίκας, τὸ μὴ προτιμᾶν τοὺς εὐπόρους τῶν ἀδυνάτων, τὸ πόλεις ἐγείρειν· ἐν ᾧ μέρει καὶ Ἀριστείδης ἔστω καὶ Φωκίων, καὶ εἴ τις Ῥωμαίων ἐξ ἱστορίας λαμπρὸς ἐκ δικαιοσύνης. οὐχ ἀπλῶς ἐρεῖς τὰς ἀρετάς, ὅτι δίκαιος, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ἐπιχειρήσεις πάλιν, ὅτι οὐκ ἄδικος, οὐκ ὁργίλος) οὐ δυσπρόσωπος, οὐ χάριτι κρίνων, οὐ δωροδέκτης· πέφυκε γὰρ ὁ λόγος αὔξησιν λαμβάνειν, ὅταν καὶ τὰς κακίας ἐξαίρῃς καὶ τὰς ἀρετὰς αὔξειν ἐθέλῃς. μετὰ ταύτην ἥξεις ἐπὶ τὴν σωφροσύνην, ἐν δὲ ταύτῃ πάλιν ἐρεῖς τὴν περὶ τὰς ἡδονάς, τὴν περὶ γέλωτα ἐγκράτειαν. ἐνταῦθα Διομήδης ἔχει καιρὸν πρὸς τὴν σύγκρισι??ὁ τιτρώσκων τὴν Ἀφροδίτην διὰ τὴν σωφροσύνην· μόνος γὰρ ἀνάλωτος τῶν Ἀφροδίτης παθῶν. καὶ Ἱππόλοτος δʼ ἔστω· καὶ γὰρ καὶ οὗτος σώφρων ὑπείληπται. τὴν δὲ ἀνδρείαν θαυμάσιος ἀπὸ τῆς πρὸς βασιλέα παρρησίας, ἀπὸ τῆς ὑπὲρ τῶν ὑπηκόων πρὸς τὰ λυποῦντα μάχης, [*](286) ἀπὸ τοῦ μὴ ὀκλάζειν, μηδὲ ἐνδιδόναι πρὸς φόβους, ἐν ᾧ καὶ οἱ Αἴαντες καὶ Περικλῆς καὶ Ἀλκιβιάδης,ʼ εἴ τις τοιοῦτος. οὐκ ἐνδιατρίψεις δὲ τούτοἵς, οὐδὲ ἐπε??λεύσῃ ἀκριβῶς ἅπασι· τοῦτο γὰρ ἐγκωμίου τελείου, ἀλλὰ γέγραπται μὲν ἐνθάδε ὑφʼ ἡμῶν καὶ εἴρηται, ἵνα μηδὲν παραλιπεῖν δοκῶμεν, ἀλλʼ ἔχῃς εὐπορίαν πανταχόθεν, χρήσῃ δὲ τοῖς κατεπείγουσιν· ἔστι γὰρ ὁ προσφωνητικὸς 
417
ἐγκωμίου εἰκών, ἀκροθιγῶς τῶν ἐγκωμιαστικῶν τόπων ἐφαπτόμενος, οὐκ ἐνδιατρίβων ὡς ἐγκωμίῳ τελείῳ, εἰ μή τις ἐθέλοι διὰ φιλοτιμίαν ὡς πρὸς τελείαν ὑπόθεσιν τὸν προσφωνητικὸν ἀπεργάζεσθαι.

Ἥξεις μετὰ τὰς ἀρετὰς ἐπὶ σύγκρισιν· ἄλλο γάρ ἐστι τὸ συγκρίνειν ἀθρόως, καὶ ἄλλο τὸ μερικῶς. κατὰ μέρος οὑν ἐστι πολλάκις τὸ συγκρίνειν, οἷον ὅταν δικαιοσύνην συγκρίνωμεν δικαιοσύνῃ, φρονήσει φρόνησιν, ἀθρόως δέ, ὅταν ἀρχὴν ὅλην πρὸς ὅλην ἀρχήν. ἐρεῖς δʼ ὡς Ὅμηρος

  • πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ
  • ἀμείνων.
  • οἷον πολλοὶ πολλάκις γεγόνασιν ἂρχοντες καλοὶ κἀγαθοί,  θοί, οἱ μὲν  ἐπὶ τῆς Ἀσίας, οἱ δὲ ἐπὶ τῆς Εὐρωτης, ἐκαινετοὶ μὲν κἀκεῖνοι καὶ οὐδενὸς τῶν εἰς ἀρετὴν ἐνδεεῖς, ἀλλὰ σοῦ βελτίων οὐδείς· ὑπερβέβηκας γὰρ ἀθρόως ἄπαντας. εἶτα ἐπίλογον ἐπὶ τούτοις ἐργάσῃ. πρὸ δὲ τοῦ ἐπιλόγου ἐὰν τὴν πόλιν, ἐν ἡ καὶ ὁ λόγος, βουληθῇς ἐπαινέσαι (οὐ γὰρ ἀεὶ τοῦτο ποιήσεις, πλὴν εἰ βούλοιο) ἐρε τι καὶ περὶ αὐτῆς ὧδέ πως, ὅτι λαμπρὰ μὲν ἡ πόλις ἡμῖν ἂνωθεν λιμένων κατασκευαῖς καὶ οἰκοδομημάτων κάλλεσι, καὶ ἀέρων εὐκρασίαις καὶ τείχεσι, σύ δʼ αὐτὴν περιβλεπτοτέραν ἀπείργασο. οἱ δὲ ἐπίλογοι ἕξουσιν ἄλλα τοιαῦτα· ἀναθῶμεν τοῦτο τὸ ξίφος μὴ Ἄρεῖ μηδὲ Δειμῷ μηδὲ Φόβῳ, τοῖς Ἄρεος παισίν, ἀλλὰ Δίκῃ καὶ Θέμιδι ἀνάθημα καθαρὸν φόνων, καὶ εὐαγεῖς χοροὺς ἱστάτωσαν αἱ πόλεις, ᾀδέτωσαν, φηφίσματα γράφωμεν πρὸς βασιλέας ἐπαινοῦντες [*](287) θαυμάζοντες αἰτοῦντες χρόνους εἰς ἀρχὴν πλείονας, πέμπωμεν εἰκόνας εἰς Δελφούς, εἰς Ὁλυμπίαν, Ἀθήναζε, πρῶτον πληρώσαντες τὰς πόλεις τὰς ἡμετέρας, γραφέσθω δὲ νῦν περὶ αὐτὸν ἔχων κύκλῳ τὸ γένος τῶν
    418
    ὑπηκόων, εὐφημοῦντας ἅπαντας, ἐπικροτοῦντας προηγείσθωσαν τῷ πίνακι καὶ πόλεις γυναικῶν σχ??μασι, φαιδραὶ καὶ γεγηθυῖαι, καὶ ὅσα ἐνδέχεται ἀπὸ τῶν πραγμάτων τούτοις προσθήσεις.

    [*](5)

    11 Λέγεται μὲν παρʼ Ἀθηναίοις ἐπιτάφιος ὁ καθʼ ἕκαστον ἐνιαυτὸν ἐπὶ τοῖς πεπτωκόσιν ἐν τοῖς πολέμοις λεγόμενος λόγος, εἴληφε δὲ τὴν προσηγορίαν οὐδαμόθεν ἄλλοθεν ἢ ἀπὸ τοῦ λέγεσθαι ἐπʼ αὐτῷ τῷ σήματι, οἷοί εἰσιν οἱ τρεῖς Ἀριστείδου λόγοι· οἵους γὰρ εἶπεν ὁ πολέμαρχος, [*](288) ἐπειδὴ καὶ τούτῳ τὸ τῆς τιμῆς ταύτης ἀποδέδοται παρʼ Ἀθηναίοις, τοιούτους ὁ σοφιστὴς συνέταξεν. ἐκνενίκηκε δὲ διὰ τὸ χρόνον πολῢν  πἀρεκηλ??ναι ἐγκώμιον γενέσθαι· τίς γὰρ ἂν ἔτι θρηνήσειε παρʼ Ἀθηναίοις τοὺς πρὸ πεντακοσίων ἐτῶν πεπτωκότας, Θουκυδίδης δὲ λέγων ἐπιτάφιον ἐπὶ τοῖς πεσοῦσι κατʼ ἀρχὰς τοῦ Πελοποννησιακοῦ πολέμου οὐχ ἀπλῶς ἐγκώμιον. εἶπε τῶν ἀνδρῶν, ἀλλὰ καὶ ἐπεσημήνατο, ὅτι πεσεῖν ἐδύναντο· ἀλλὰ καὶ ἀπὸ τοῦ θρήνου τὸ κ??σὸν ἐφυ??το διὰ τοῦ πολέμου τὴν χρείαν, ὅπερ ἦν ῥήτορος, δακρύειν οὓς προετρέπετο πολεμεῖν· ἔθηκε δὲ τὸν ἀπὸ τῆς παραμυθίας τόπον. οὕτω καὶ Ἀριστείδης, εἴποτε ἔλεγε [*](289) τούτους τοὺς λόγους ἐπὶ τοῖς προσφάτως πεσοῦσιν, ἐχρήσατο ἂν τοῖς τοῦ ἐπιταφίου κεφαλαίοις, ὅσα ἐστὶν αὐτῷ οἰκεῖα· νῦν δὲ χρόνος πολὺς παρεληλυθὼς οὐκέτι δίδωσι χώραν οὔτε θρήνοις οὕτε πα??μυθίαις· ?? τε γὰρ ἐγγέγονε τῷ θρήνῳ τοῦ πά μυθησόμεθα οὐκ ἔχομεν· οὔτε γὰρ πατέρες ἐκείνων οὔτε τὸ γένος γνώριμον. ἄτοπον δὲ ὅλως εἰ καὶ γνώριμον τυγχάνοι, καὶ προσέτι ἄκαιρον τὸ μετὰ πολύν χρόνον ἐγείρειν εἰς θρῆνον ἐθέλειν κεκοιμισμένης ἤδη

    419
    τῷ χρόνῳ τῆς λύπης. οὐκοῦν ὁ μετὰ χρόνον πολύν λεγόμενος ἐπιτάφιος καθαρόν ἐστιν ἐγκώμιον, ὡς Ἰσοκράτους, ὁ Εὐαγόρας. εἰ δὲ μὴ πάνυ μετὰ πολὺν λέγοιτο, ἀλλʼ ἑπτά που μηνῶν ἢ ὀκτὼ παρελθόντων ἐγκώμιον μὲν λέγειν δεῖ, πρὸς δὲ τῷ τέλει χρῆσθαι τῷ παραμυθητικῷ κεφαλαίῳ οὐδὲν κωλύσει, πλὴν ἐὰν μὴ συγγενὴς ἐγγυτάτω τυγχάνῃ τοῦ τεθνεῶτος ὁ λέγων. τούτῳ γὰρ οὐδὲ μετʼ ἐνιαυτὸν δίδωσιν ἀνάπαυλαν τοῦ πάθους ἡ μνήμη· διόπερ οὗτος σώσει καὶ μετʼ ἐνιαυτὸν τοῦ [*](290) παθητικοῦ λόγου τὸν χαρακτῆρα.

    Διαιρεθήσεται δὲ ὁ ἐπιτάφιος λόγος, ὁ παθητικός, ὁ ἐπὶ προσφάτῳ τῷ τεθνεῶτι λεγόμενος τοῖς ἐγκωμιαστικοῖς κεφαλαίοις, πανταχοῦ ἐφεξῆς ἑκάστῳ τῶν κεφαλαίων παραμιγνυμένου τοῦ πάθους ἐκ μεταχενιρίσεως οὕτω πως· συνοδύρομαι τῷ γένει τὸ πάθος, ὡς τὴν ἐπιβολὴν τοῦ θρήνου πόθεν ποιήσομαι; ἀπὸ τοῦ γένους εἰ βούλεσθε πρῶτον· τοῦτο γὰρ αὐτὸ κρηπὶς τῶν ὅλων. οὐκοῦν ὅτι λαμπρὸς τοῦτο ἐρεῖς, καὶ τῶν ἐν τῇ πόλει μᾶλλον ἐνδοξότατος, ἀλλʼ ὥσπερ λαμπάδα ἡμμένην ἐν τῷ γένει τὸν πεπτωκότα τοῦτον δαίμων ἀπέσβεσε· χρὴ γὰρ τὰ κεφάλαια μὴ καθαρεύειν τῶν θρήνων, ἀλλὰ κἂν γένος λέγῃς, θρηνεῖν κατʼ ἀρχὰς τοῦ γένους τὸν πεπτωκότα, καὶ μεσοῦντος τοῦ γένους καὶ τελευτῶντος, κἂν ἕτερόν τι κεφάλαιον. εἶτα μετὰ τὸ γένος τὰ περὶ τὴν γένεσιν αὐτοῦ ἐρεῖς· ὢ ματαίων μὲν ἐκείνων συμβόλων, ματαίων δὲ ὀνειράτων [*](291) ἐπʼ ἐκείνῳ φανέντων ὅτε ἐτίκτετο, ὦ δυστυχοῦς μὲν τῆς  ἐγεγκούσης,  ᾠδἴνος δὲ ἐπὶ τούτοις δυστυχεστέρας· ??ινε ?? σύμβολα· ὁ δεῖνα δὲ προεφήτευσεν αὐτὰ κάλλιστα, τῶν δὲ οἰκείων καὶ τῶν φίλων εὔελπις ἦν ἕκαστος, ἔθυον δὲ θεοῖς γενεθλίοις, βωμοὶ δὲ ᾑμάττοντο, ἦγε δὲ πανήγυριν ὁ σύμπας οἶκος· δαίμων δέ,

    420
    ὡς ἔοικεν, ἐπετώθασε τοῖς γινομένοις, παρεδίδοτο δὲ τροφεῦσιν ὁ παῖς· κρείττους εἶχον ἐν τούτῳ τὰς ἐλπίδας οἱ τρέφοντες. ἀλλʼ οἴμοι τῶν κακῶν, καὶ τοίνυν οὗτος ἀνήρπασται. ὁμοίως δὲ καὶ τοῖς λοιποῖς ἐπεξελεύσῃ κεφαλαίοις τοῖς ἐγκωμιαστικοῖς, αὔξων δὲ καὶ τὸν θρῆνον. δεῖ δήπου καὶ ἡπλωμένην ἀπαγγελίαν τῶν θρήνων, ἵνα καὶ ἡ λαμπρότης τῶν προσώπων [*](292) φαίνηται, ἐπίστρεφε δὲ τὸν ἀκροατὴν αὖθις ἐπὶ τὸν θρῆνον. καὶ ὕλη σοι γινέσθω τὰ ἐγκώμια τῶν θρήνων. ἐγκωμιάσεις δὲ ἀπὸ πάντων τῶν τόπων τῶν ἐγκωμιαστικῶν, γένους, γενέσεως, φύσεως, ἀνατροφῆς, παιδείας, ἐπιτηδευμάτων, τεμεῖς δὲ τὴν φύσιν δίχα, εἴς τε τὸ τοῦ σώματος κάλλος, ὅπερ πρῶτον ἐρεῖς, εἰς τε τὴν τῆς ψυχῆς εὐφυΐαν. πιστώσῃ δὲ τοῦτο διὰ τριῶν κεφαλαίων τῶν ἑξῆς, λέγω δὲ διὰ τῆς ἀνατροφῆς καὶ τῆς παιδείας καὶ τῶν ἐπιτηδευμάτων· ἐργαζόμενος γὰρ αὐτοῦ τὸ ἐγκώμιον διὰ τούτων ἑκάστου ἐρεῖς μὲν τὴν ἀνατροφήν, ὅτι ἐνέφηνε διὰ τούτων τῆς ψυχῆς τὴν εὐφυΐαν ἐπιστρεφόμενος, καὶ ὀξύτητα δευτέραν τιθείς, ταύτην δὲ τὴν εὐφυΐαν, ἐρεῖς δὲ τὴν παιδείαν, ὅτι ἐδείκνυε καὶ ἐπὶ τούτῳ προσχεῖν τῶν ἡλίκων. διὰ δὲ τῶν ἐπιτηδευμάτων πιστώσῃ τὸ κεφάλαιον οὕτως, ὅτι δίκαιον παρεῖχεν ἑαυτόν, φιλάνθρωπον, ὁμιλητικόν, ἥμερον. τὸ δὲ μέγιστον κεφάλαιον τῶν ἐγκωμιαστικῶν εἰσιν αἱ πράξεις, ἅστινας θήσεις μετὰ τὰ ἐπιτηδεύματα· οὐκ ἀφέξῃ δὲ τοῦ καὶ ἐν ἑκάστῃ πράξει θρῆνον ἐπεμβαλεῖν. θήσεις δὲ μετὰ τὰς πράξεις καὶ τὸν ἀπὸ [*](293) τῆς τύχης τόπον, λέγων ὅτι παρωμάρτησςν αὐτῷ καὶ δεξιά τις τύχη ζῶντι ἐφ᾿  ἅπασι, πλο??ς, παίδων εὐτυχία, φίλων περὶ αὐτὸν ἔρωτες, τιμὴ παρὰ βασιλέων, τιμὴ παρὰ πόλεων. εἶτα τὰς συγκρίσεις μετὰ ταῦτα θήσεις πρὸς ὅλην τὴν ὑπόθεσιν, ὡς κεφάλαιον
    421
    ἴδιον, οὐκ ἀπεχόμενος οὐδὲ ἐφʼ ἑκάστῳ κεφαλαίῳ συγκρίσεως πρὸς ἐκεῖνο τὸ κεφάλαιον, ὅ λέγεις, παραλαμβάνειν δεῖ. καὶ ἐνταῦθα δὲ προδήλως πρὸς ὅλην τὴν ὑπόθεσιν παραλήψῃ τὴν σύγκρισιν, οἷον ἄνωθεν ἐπιδραμών τὰ κεφάλαια ἐρεῖς, ὅταν τοίνυν ἐξετάσωμεν ταῦτα σύμπαντα περί τινος τῶν ἡμιθέων ἢ τῶν νῦν ἐναρέτων, οὐδενὸς δευτέρῳ τῷδε ταῦτα ἄμεινον ὑπῆρξεν· δεῖ γὰρ καλοῦ καλλίονα ἀποδεικνύναι, ἢ ὅταν ἐνδόξῳ ἐφάμιλλον οἷον ἢ τῷ Ἡρακλέους βίῳ τὸν βίον αὐτοῦ ἢ τῷ Θησέως παραβαλεῖν. ἐπὶ τούτοις πάλιν κεφάλαιον θήσεις τὸν θρῆνον, ὅτι διὰ ταῦτα [*](294) τοῦτον ὀδύρομαι, ἐργασίαν δούς ἰδιάζουσαν, καθαρεύουσαν λοιπῶν ἐγκωμίων, οἶκτον κινῶν, εἰς δάκρυα συγχέων τούς ἀκούοντας. μετὰ τοῦτο τὸ κεφάλαιον θήσεις κεφάλαιον ἕτερον τὸ παραμυθητικὸν πρὸς ἅπαν τὸ γένος, ὅτι οὐ δεῖ θρηνεῖν· πολιτεύεται γὰρ μετὰ τῶν θεῶν, ἢ τὸ Ἠλύσιον ἔχει πεδίον. ἰδίᾳ δʼ οὖ πάλιν τὰ νοήματα μεριεῖς τῶν κεφαλαίων οὕτως· ἰδίᾳ μὲν πρὸς τοὺς παῖδας, ἰδίᾳ δὲ πρὸς τὴν γυναῖκα, ἐξάρας πρότερον τὸ πρόσωπον τῆς γυναικός, ἵνα μὴ πρὸς φαῦλον καὶ εὐτελὲς διαλέγεσθαι δοκῇς πρόσωπον· ἐπὶ γὰρ τῶν ἀνδρῶν οὐ φέρει ψόγον ὁ λόγος ἄνευ τινὸς προκατασκευῆς λεγόμενος, ἐπὶ δὲ γυναικὸς ἀναγκαίως προκαταλήψῃ τὸν ἀκροατὴν τῆς ἀρετῆς τῆς γυναικός. ἐὰν δὲ νέαν ἄγωσι πάνυ τὴν ἡλικίαν οἱ παῖδες, συμβουλευτικὸν μᾶλλον θήσεις τὸν τόπον, οὐ παραμυθητικόν· οὐ γὰρ αἰσθάνονται τοῦ πάθους· μᾶλλον δὲ οὕτω προσθήσεις τινὰ τῷ παραμυθητικῷ συμβουλὴν καὶ ὑποθήκην πρὸς τὴν γυναῖκα καὶ πρὸς τοὺς παῖδας, εἰ ἄγαν νέοι τυγχάνοιεν ὄντες, τὴν μὲν ζηλοῦν τὰς ἀρχαίας [*](295) καὶ ἀρίστας τῶν γυναικῶν καὶ ἡρῴνας, τοὺς δὲ παῖδας ζηλοῦν τὰς τοῦ πατρὸς ἀρετάς. εἶτα ἐπαινέσεις τὸ
    422
    γένος, ὅτι οὐκ ἠμέλησαν τῆς κηδεύσεως οὐδὲ τῆς κατασκευῆς τοῦ μνήματος, εἶτα εὐχὴν πρὸς τῷ τέλει τοῦ λόγου θήσεις εὐχόμενος αὐτοῖς παρὰ τῶν θεῶν ὑπάρξαι τὰ κάλλιστα.

    [*](5)

    12 Ἐν τῷ στεφανωτικῷ προοιμιάσῃ εὐθὺς ἀπὸ τοῦ στεφάνου καὶ τῆς δόξης τοῦ βασιλέως, καὶ ὅτι φθάνει μὲν ὁ κρείττων αὐτῇ τῇ βασιλείᾳ στεφάνῳ τιμῶν, καὶ ἡ σύμπασα οἰκουμένη τῷ μεγίστῳ στεφανοῦσα στεφάνῳ, ταῖς εὐφημίαις· ἡμεῖς δὲ παρά σε καὶ ἡ πόλις ἡ ἡμετέρα, οὐδεμιᾶς τῶν σῶν ὑπηκόων οὕτε δόξαις οὕτε μεγέθεσιν οὕτε κάλλεσιν ἡττωμένη, λόγοις τε ἅμα στεφανοῦσα καὶ χρυσῷ τῷ στέμματι. ἐὰν μὲν σχῇ γένος [*](296) εὐδόκιμον, μετὰ τὸ προοίμιον ποιήσῃ τοῦ βασιλέως τὸ ἐγκώμιον ἀπὸ τοῦ γένους· εἰ δὲ μή γε, εὐθὺς ἀπὸ τῆς τύχης ἀντὶ τοῦ γένους, ὅτι θεὸς κατοικτείρας ἂνωθεν τὸ ἀνθρώπινον γένος καὶ βουληθεὶς ταῖς εὐδαιμονίαις παραμυθήσασθαι τὴν σὴν παρήγαγε γένεσιν ἐπʼ ἀγαθῇ μοίρᾳ τῆς οἰκουμένης. εἶτα ἐρεῖς ἐὰν ἔχῃς παιδείαν καὶ ἀνατροφὴν ἔνδοξον. εἶτα ἐφάψῃ τῶν ἀρετῶν, ἐπὶ τούτοις τῆς ἀνδρείας πρώτης· ὅτι γάρ τοι διατελεῖς ἐν δουρὶ καὶ ἵππῳ καὶ ἀσπίδι ἄθλους μεγίστους ἀγωνιζόμενος ὑπὲρ τῆς ὑφʼ ἥλιον, καθάπερ Ἡρακλέα φασὶ τὸν Διός· ἐν ᾠ μνημονεύσεις ὅτι βαρβάρων οἱ μὲν τελέως ἀπολώλασιν, οἱ δὲ δυστυχοῦσιν, οἱ δʼ αἰχμάλωτοι παρʼ ἡμᾶς ἤχθησαν, οἱ δὲ οὐδὲ ἀντέχειν δύνανται, ὥσπερ οὐδὲ πρὸς τὰς ἡλίου βολὰς ἀτενίζειν τολμῶντες. μετὰ τὴν ἀνδρείαν ἐν καὶ ἡ κατὰ τὸν πόλεμόν ἐστιν, ἐρεῖς λοιπὸν περὶ τῶν κατὰ εἰρήνην, καὶ μετὰ ταῦτα ἐπάξεις, ὅτι τοιγάρτοι διὰ τοῦτο στεφανοῖ σε ἡ πόλις, ἅμα μὲν χάριτας ἐκτιννῦσα ὑπὲρ ὧν ὁσημέραι εὐεργετούμεθα,

    423
    ἅμα δὲ καὶ δεομένη καὶ ἱκετεύουσα καὶ θαρροῦσα τῇ σῇ περὶ πάντα φιλανθρωπίᾳ, ὅτι οὐδενὸς ἀποτεύξεται. εἶτα ἀξιώσεις ἀναγνωσθῆναι τὸ ψήφισμα. ἔστω δέ σοι [*](297) ὁ λόγος μὴ πλειόνων ἑκατὸν πεντήκοντα ἢ καὶ διακοσίων ἐπῶν.