Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ᾗ διὰ νύκτα μέλαιναν ὑπʼ οὐρανίων χοροῦ ἄστρων
  2. μοιραίοισι μίτοισι λάλον τὸ μάθημα καθεῦρον·
  3. οὐ γάρ τις τοίης σοφίης ἔτʼ ἐμήσατο κῦδος,
  4. ἢ μοῦνος Πετόσιρις, ἐμοὶ πολὺ φίλτατος ἀνήρ·
  5. οὐ βαιὸς κάματος δʼ οὗτος, Πτολεμαῖε, πέφυκεν.
  6. Ἀνθρώπων γενέσεις, ἃς ἤραρε μυρίος αἰών,