Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. κινδύνων κρυερῶν τε καὶ ἀλγεινῶν εἱρκτάων.
  2. [*](68)
  3. ταὐτὸ πάθος κείνοισι καὶ ἄρξεται, ἢν ἀπολήγῃ — — — — — —
  4. [*](S)[*](69)
  5. Ἀντιμεσουρανέων δʼ ὁπότʼ ἂν Κρόνος Ἀρεῖ λάμψῃ,
  6. θηροβόρου θανάτου φωσὶν κλωθῶα βαρεῖαν ---
  7. ὧν σάρκας δαΐσονται ὀρέστεροι ἠὲ λέοντες,
  8. σύες ἀργιόδοντες, ἢ αἱματοπώτιδες ἄρκτοι·
  9. σχήμασι δʼ ἐν τούτοις ὁ γεγὼς καὶ πτώσιας οἴκων
  10. ταρβείτω, καὶ σφάλματʼ ἀφʼ ὑψηλοῖο μελάθρου.