Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀστήρ, ὃν Φαίνοντα θεοὶ μέροπές τε καλοῦσιν·
  2. οὗτος, ἐπὴν οἰκεῖα φανῇ κατὰ δώμαθʼ ἑαυτοῦ
  3. γεινομένοις θνητοῖσιν ἐπίσκοπον εἰς βίου ὥρην,
  4. εὐκτεάνους δείκνυσι καὶ ὄλβου πλείονος ἄρχειν,
  5. εὐτυχέας ζωῇ τε καὶ εἰς τέλος αἰὲν ἀμόχθους·
  6. ἔστι δʼ ἐν οἰκείοισι τεταγμένα ταῦτα Κρόνοιο
  7. ζωίδιʼ, οἷστε φανεὶς τεύχει πολυχρήμονας ἄνδρας·
  8. 'Υδρχόος, ταμίης νεφελώδεος Οὐλύμποιο,
  9. Αἰγόκερως, γαίης τε καὶ ὕδατος ἀμφίβιος θήρ,
  10. Κριὸς ὅ τʼ οὐρανίου κορυφῆς ὅρος, εἴαρος ἀρχή,
  11. καὶ Ζυγὸς αἰγλήεις πρὸς Σκορπίον αἰθερονωμῶν,
  12. τετραπόδης τε Λέων, πολυάστερος ἔμπυρος οἶκος·
  13. οὗτοι ἀεὶ τεύχουσι βροτοὺς εὐδαίμονας ἔργοις.
  14. ἢν δέ τʼ ἀνοικείοισι τόποις κλυτοτέρμονος ὥρης