Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- αἰπυτάτῳ βεβάωσι, Κυθήρης ἐν Κρόνου οἴκῳ
- φαινομένης, αὐτοῦ τε Κρόνου ζώῳ ἐν ἐκείνης
- δερκομένου αέθοντα μεσουρανέοντα καὶ Ἄρην,
- τῇσιν Μοῖρ’ ὀλοὴ τέκνων στάχυν οὔποτ’ ἔνειμεν.
- Τόσσʼ εἰπὼν ἀτέκνων τε καὶ ἀσπέρμων περὶ φωτῶν,
- ἄλλα δὲ μαντιπόλοισιν ἐπιφράσσασθαι ἐάσας,
- αὐτίκʼ ἀδελφειῶν λέξω πῶς ἄν κε φράσαιο
- πληθύν, ὁπόσοι τε μιῆς ἀπὸ γαστρὸς ἔασιν
- ἔκ τʼ οἴων πατέρων, ὅσσους τʼ ἐπιμὶξ ἐτέκοντο
- μητέρες ἀλλοίοισι παρ’ ἀνδράσιν εὐνηθεῖσαι.
- ἐν θυμῷ δὴ πρῶτα χρεὼ φράζεσθαι ἀριθμόν,
- ὅσσοι ἐφʼ ὡρονόμου ζώῳ τριτάτῳ καθορῶνται,.
- ἠὲ μεσουρανέοντι πόσοι βεβάασιν ὕπερθεν
- ἀστέρες, ἢ σφετέραις ἐπιμάρτυροί εἰσι βολῇσιν.
- ὁππότε δʼ ἐξ ὥρης τριτάτου τʼ ἀπὸ δεικήλοιο
- ὁπότʼ ἐκ κέντροιο τόδε σκέψασθαι ἄρειον,
- οὐκ ἔλαθεν σοφὸν ἅνδρα καὶ ἴδμονα μαντοσυνάων.
- ὣς δʼ αὕτως σκέψαιο καὶ ὅσσοις ἀστράσι Μήνη
- συμφέρετʼ, ὅσσοισι μέχρις φάσιος συνέμιξεν·
- τόσσους γὰρ γνωτοὺς Μοῖρα θνητοῖσιν ὀπάζει.