Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀνέρες ἐν πενίῃ τε καὶ ἄλγεσιμοχθίζουσιν,
  2. καὶ δμώων ὅππως τις ἐπιφράσσαιτο γενέθλην.
  3. Κείνοις μὲν δὴ πρῶτα τροφ ῆς ἐμέγηρε βρέφεσσιν
  4. Αἶσα κακή, τοῖσπέρ τʼ ἀπὸ γαστέρος ὀρνυμένοισιν
  5. Ἄρης καὶ Φαίνων ὑπὲρ ὡρονόμοιο βεβῶτες
  6. λεύσσουσʼ ἐς δύσιν ἑλκομένην ἐριφεγγέα Μήνην,
  7. μήτε Σεληναίην μήτʼ οὖν ὥρην καθορώντων
  8. Φωσφ όρου ἢ Ζηνός· τοὶ γὰρ βίου εἰσὶ δοτῆρες.