Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἐλθέ μοι, ὡς προτέρην λιγέως ἥρμοσσας ἀοιδήν,
  2. Μοῦσα φίλη, καὶ Φοῖβε καὶ Ἑρμῆ χρυσοπέδιλε,
  3. καὶ νῦν ἱμερόεν τέκμωρ θείητʼ ἐπὶ μολπῇ·
  4. αὐτὰρ ἐγὼ θυμὸν καίπερ καμάτῳ μογέοντα
  5. ὀτρυνέω, μέχρις ἄν κ᾿ ἐπὶ πείρατα νίσσομαι οἴμης·
  6. πᾶν γὰρ ἀεικέλιον, τῷ μὴ τέλος ἐσθλὸν ὀπηδεῖ.
  7. βίβλῳ δʼ ἐν πυμάτῃ τάδε μοι κατανεύσατʼ ἀεῖσαι,
  8. ἀμφὶ τροφῆς βρεφέων ἠδʼ ἀτροφίης ἀλεγεινῆς,