Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ὅς ῥά τε δεσπόζει γενέθλης μέγα τε κράτος ἴσχει.
  2. εἰ δʼ ἄρα κἀκεῖνον λεύσσοις κλινθέντʼ ἀπὸ κέντρου,
  3. ἐξ ὥρης τότʼ ἔπειτα χρόνων ἄφεσιν σύ γε φράζου.
  4. ζωῆς δʼ αὖτʼ ἀρχὴν εὖτ’ ἂν διζήμενος εὕρῃς, 
  5. δεικήλων σκέπτοιο χρόνους, ὁπόσοις περάτηθεν
  6. ἀντέλλει, κείνων τε περὶ μοιρῶν δεδάασθαι·
  7. τὼς γὰρ πλειώνων ἀριθμὸν μοίρῃσι φράσαιο,
  8. ὅσσους Μοῖρ’ ἐπέδησε βροτῶν μογεροῦ βιότοιο.