Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἢ καὶ ἀφʼ Ἑρμάωνος ἀπορρέῃ, ἔμπαλι δʼ ἐξῆς
- ἢ Κρόνῳ ἢ Πυρόεντι συνάπτῃ, δεινὴ ἐτύχθη·
- οἴκων γὰρ φθείρει κτῆσιν βιότῳ προϊοῦσιν,
- καὶ χαλεπὴν πενίην γήρως ἐπὶ λυγροῦ ὀπάζει.
- φαύλη καὶ κερόεσσα συνάπτουσ’ Ἄρεϊ Μήνη·
- κλῆρον γάρ τε δόμων πατρώιον ἐξαπόλεσσεν
- καὶ μητρῷον ὁμοῦ, ποτὲ δʼ αὖ καὶ μητέρας αὐτάς·
- γεινομένους δʼ αὐτούς μεγαληγορίῃσι χανόντας
- ῥέζει παντόλμους τε θρασεῖς τ᾿, ἐπὶ τοῖσι βιαίους,
- ἀστεμφεῖς, ὠμοὺς καὶ ἀπηνέα ἔργα τελοῦντας,
- τοὔνεκα καὶ πταίοντας ἐν ἔργμασιν, ὁππόσʼ ἕλωνται·
- καὶ δὲ δέσιν θνητοῖσι πόρεν κείνῳ συνιοῦσα.
- ἶσα δὲ καὶ συνιούσῃ ἀπορρείουσʼ ἀπὸ Θούρου.
- εἰ δέ τ᾿ ἀπορρείῃ μὲν ἀπʼ Ἄρεος, εἶτα κυνάπτῃ
- κυδίστῳ Κρονίδῃ, πολυόλβους τῆμος ἔτευξεν
- καὶ μακαριστοτάτους, πρήξεις τʼ ἀγαθὰς τελέοντας.
- ταῦτα δὲ καὶ Κυθέρῃ συναφὴν τεύχουσ’ ἀπ᾿ Ἄρηος
- ῥέζει· πρὸς δʼ Ἑρμῆν, βουλαῖς μύθοισί τ᾿ ἀρίστους,
- αἰὲν ὑπὲρ θνητούς πυκιναῖς πραπίδεσσι νοοῦντας.
- τοῖα δὲ καὶ διάμετρος ἀεὶ πέντʼ ἀστράσι τεύχει.
19