Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἐρμῆς φωσφορέουσαν, ἀτὰρ λιποφεγγέα Κύπρις.
  2. [*](A)[*](11)
  3. Ζεύς, Κρόνος, ἀμφότεροι κέντρων ὅτʼ ἂν ὦσιν ἂνακτες,
  4. ἀνθρώποις διδόασι τύχης πολυήρατα δῶρα,
  5. καὶ μεγάλους ῥέζουσι, καὶ ἐς βασιληίδας αὐλὰς
  6. πολλάκις ἤνεγκαν, τιμήν τε φέρουσι μεγίστην.
  7. [*](70)
  8. Ἑρμείας Φαέθων τε μεσουρανέοντες ἔθηκαν
  9. ἄνδρα μέγα πλούτῳ γαυρούμενον εὐτεκνίῃ τε,
  10. καὶ φιλίην παρέχουσι πρὸς ἀνέρας ἡγεμονῆας