Declamatio 51
Libanius
Libanius, Declamatio 51, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
οἴμοι τοῦ πάθους, οἴμοι τῆς συμφορᾶς. Boiss. [*](p. 165) πῶς ὑποίσω, πῶς οὐ καὶ τὴν ψυχὴν ἀπερεύξομαι; πέ- νης ἐκ πλουσίου γεγένημαι, ὁ πρὶν περιβεβλημένος ἐσμὸν χρημάτων οὐχὶ βραχὺν ἁπάντων ἄρτι γυμνὸς οὐδὲ γοῦν στατῆρός μοι περιλειφθέντος ἑνός. τὸν πάντα δ’ ὄλβον, ὅς μοι χρόνῳ καὶ κόπῳ καλῶς συν- ελθόντοιν συνείλεκτο, ἦμαρ ἔν μ’ ἀφείλετο.
ὢ πό- σαι με νύκτες οὐδ’ ἄκροις ὀφθαλμοῖς τοῦ ὕπνου παρα- γευόμενον ἔγνωσαν. ὢ πόσους ἑκάστης ἡμέρας ἀνέτλην πόνους. πόσοις κρυμοῖς διερρωγόσι προσεπάλαισα ῥά- κεσι. προσμαρτυρεῖ μου τῷ λόγῳ καὶ τρίβων οὑτοσὶ ὃν περίκειμαι. ὢ πόσας ἡμέρας ἀπόσιτος διαγέγονα.
εἰ δ’ ἔστιν ὅτε μοι καὶ τροφῆς ἐδέησε μετασχεῖν, ἄρτος ἦν αὕτη καὶ οὗτος μέλας τε ἀκριβῶς καὶ κατε- [*](Ρ = Codex Parisinus gr. 2720) [*](1 Sever. ethop. Rhet. gr. I 543, 3 ed. Walz. 5 sq. Eur. Hec. 285 9 Luc. Icarom. 27) [*](4 ἐσμὸν Ρ sed ἐσμὸς in marg m 2 5 τὸν — 730, 3 ἄφθο- νον ad versus comoediae Atticae revocavit Kockius Herm. XXI 399 et Fr. Com. Att. III 667, 1507 τὸν πάντα δ’ ὄλβον, ὃς χρό- νῳ μοι καὶ κόπῳ | καλῶς συνείλεκτ᾿, ἦμαρ ἔν μ’ ἀφείλετο. | ὅσαι γὰρ οὐδ’ ἄκροισιν ὀφθαλμοῖς ὕπνου Ι παραγευόμενόν με νύκτες ἔγνωσαν, παπαῖ· | ὅσους θ’ ἑκάστης ἡμέρας ἀνέτλην πόνους, | προσμαρτυρεῖ μου τοῖς λόγοις ὁ τρίβων ὁδί. | ὅσας δ’ ἀπόσιτος ἡμέρας διήγαγον· | εἰ δέ ποτε καὶ τροφῆς δεοίμην, ἄρτος ἦν | μέλας τ’ ἀκριβῶς καὶ κατεσκληκώς, λίθων | οὐδὲν διαφέρων, καὶ ποτόν γ’ ἦν σύμμετρον | ὕδωρ, ὅ μοι τὸ φρέαρ ἀνίησ’ ἄφθονον.)
ἰχθύων δὲ ἢ κρεωδαισίας τοσοῦτον ἀπεῖχον ὥστ’, εἴ ποτέ μοι καταδαρθάνοντι τὸ φανταστικόν, οἶα συμβαίνειν εἴωθε, [*](Boiss. p. 166) | φλεγμαίνουσαν τοιούτοις ἐδέσμασιν σατο τράπεζαν, ἡμιθνὴς ἦν τῇ λύπῃ καί τι τῶν ἀθε- μίτων ᾠόμην δρᾶν, ἕως διυπνισθεὶς ὑπόπλεως ταραχῆς ὅπερ ἦν κατ’ ἐμάνθανον. οὕτως ἥδοντος κατεξανιστάμην παντός, οὕτ’ ὢ πρὸς τὴν φύσιν ἀπεμαχόμην καὶ ταύτῃ τῆς νίκης ὑπεξανιστάμην ὡς ἥκιστα.
ἄλλους μὲν εἶχον σημπόσια, πανηγύρεις, ἐκκλησίαι, θέατρα, ὅθεν οὐδενὸς εὐπορῆσαι πάρεστιν ὀβολοῦ, μᾶλλον μὲν οὖν καὶ τῶν ὄντων ἀποβαλεῖν συχνά, ἐμὲ δὲ τὸ δωμάτιον τοῖς ἔργοις σχολάζοντα, ὅτου χάριν ταῦθ’ ὑφιστάμενον καὶ τί μηχανώμενον; ἐφ’ ᾧτέ μοι τὰ ποθεινότατα χρή- ματα ἐπιδοῦναι καὶ ἁδροτέρων ἀπολαῦσαι τῶν βαλαν- τίων.
εὖ γὰρ ᾔδειν ὡς, εἴ γέ τις τῷ φθάσαντι [*](3 cf. t. V 24, 5. Dio Chrys. or VI ’ξ 12 5 Themist. or. II p. 28 a 9 [Luc.] Ocyp. 108 10 cf. p. 422, 9 12 Luc. Demon. 63 19 cf. p. 46, 1 sq.) [*](19 Ἡσιόδου· εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρὸν καταθεῖο καὶ θαμὰ τοῦθ’ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο (op. 361 sq.) P2) [*](5 κρεωδαισίας scripsi κραιωδαισίαις Ρ sed ε supra αἰ m2 κρεωδαισίαις Boiss 12 ἄλλους — 731, 4 συνιστάμενον ad versus comoediae Atticae revocavit Kockius 11. 11. 399 et 1508 ἄλλους μὲν εἶχον συμπόσια, πανηγύρεις, | ἐκκλησίαι, θέατρα κἄλλα μυρία | ὅθεν οὔποτ’ οὐδ’ ὀβολοῦ πάρεστιν εὐπορεῖν, Ι μᾶλλον μὲν οὖν καὶ τῶν παρόντων ἀποβαλεῖν. | ἐγὼ δ’ ἂν ἔργοις ἐσχόλαζον. τοῦ χάριν; | ἐφ’ ᾧτέ μοι τὰ χρήματ’ ἐπιδοῦναι καλῶς, | ὥσπερ σταγόνων καὶ ποταμὸν ἄλλης ἄλλοθεν | συνεισρεούσης ἔσθ’ ὁρᾶν πληρούμενον 16 ταῦτ’ Ρ corr Boiss 17 καὶ τι μηχανώμε- νον ἐφῶτε Ρ corr Boiss 18 ἁδροτέρων Ρ corr Boiss)
ποσάκις ταῖς νεφέλαις ἐμεμψάμην, ποσάκις ταύταις λοίδορον ἀφῆκα φωνήν, ὅτι μὴ καὶ νῦν, ὥσπερ ἀμέλει τοῖς Ῥοδίοις ποτέ, πολὺν ἐπώμβρησαν τὸν χρυ- σόν, ὡς ἔχειν ἀμογητὶ τὴν ἔφεσιν | ἀποπλῆσαί [*](Boiss. p. 167) μου, καὶ δυεῖν θάτερον ηὐχόμην γενέσθαι, ἢ κἀμὲ τοῖς τότε ξυντετάχθαι βροτοῖς ἢ γοῦν ταὐτὰ συμβῆναι καὶ νῦν.
ποσάκις πρὸς τὴν Τύχην διείλεγμαι μονον- ουχὶ κατ’ ὀφθαλμοὺς ἐντυγχάνων αὐτῇ· μέχρι τίνος ἀποστραφήσῃ; λέγων, μέχρι τίνος περιόψει; ἐλεῷ ποτε πρὸς ἡμᾶς ἐπίβλεψον ὄμματι. οἴκτειρόν με ταλαιπωρούμενον. πολλοί σοι θησαυροὶ κεκρύ- φαταὶ κατὰ γῆς. ἐξαπίνης ἡμᾶς πλουσίους ἀπέρ- γασαι. ἂν ᾖ βουλομένη σοι, τὸ προσιστάμενον [*](7 cf. ad p. 10, 16. ep. 873 8 II. λ 637 15 Hes. theog. 730) [*](17 ἀττικῶς ἤγουν εἰ ἐθέλῃς P2 | ἤγουν ἐμποδίζον P2) [*](1 κατὰ βραχὺ scripsi καταβραχὺ Ρ Boiss 5 ποσάκις — 732, 3 διαλέγεσθαι ad versus comoediae Atticae revocavit Kockius 11. 11. 399 et 1509 et 1510 ἐμεμψάμην τε ταῖς νεφέλαις, ὅτι δή ποτ’ οὐ | νῦν ὥσπερ ἀμέλει τοῖς Κορινθίοις ποτὲ | ὕουσι σὸν ἐκ Δῖός πολύν, | καὶ τῇ Τύχῃ τοι πολλὰ διελέχθην ‘μέχρι τίνος περιόψει μ’; ἰλεῷ ποτ’ ὄμματι | πρόσβλεψον, οἴκτιρον τα- λαιπωρούμενον. | πολλοί, σαφῶς τοῦτ’ οἶδα, θησαυροὶ χρόνῳ | κατὰ γῆς κεκρύφαται· πλούσιόν μ’ ἀπέργασαι· | σοὶ βουλομἐ- νῃ γὰρ οὐδὲ ἐν προσίσταται. | ἀλλ’ αἰγιαλοῖς, ὥς φησιν ἡ παροι- μία, | ἐδόκουν προσομιλεῖν ἢ νεκρῷ πρὸς οὖς λέγειν 6 ταύ- ταις scripsi ταύτης Ρ ταύτην Boiss 7 Ῥοδίοις scripsi Κορινθίοις Ρ Boiss | ἐπομβρῆσαν Ρ corr Boiss 10 ταὐτὰ scripsi ταῦτα Ρ sed ~ eras et ` supra α m2, Boiss)
ἐπεὶ οὔτε τῶν νεφελῶν οὔτε τῆς Τύχης ἀπωνάμην οὐδέν, αὐτὸς ἐμαυ- τῷ τὸν τῶν χρημάτων πόρον ἐξεύρισκον οὐδὲν ἀνιεὶς ὅσα τοῖς χρηματίζεσθαι βουλομένοις συμβάλλεται. ὅθεν ἄν, εἴ τις ἐπιβάλλων ὁπωσδήποτέ μοι χρυσίον φέρων ἐπέδωκε, πῶς ἂν εἴποις, τοῦτον ἡδέως ἑώρων καὶ ψυ- χῆς ἐναπολαβεῖν ἔνδον ἤθελον μονονού.
προσῄει προσαιτῶν καὶ πρὸς μεταδόσεις προσεκαλεῖτο, ἐγὼ δὲ τοσοῦτον ἀπεῖχον τοῦ πρὸς τὰς αἰτήσεις ἐπικλᾶσθαι ὥστε καὶ διαλοιδορεῖσθαί οἱ καὶ δριμὺ καὶ τιτανῶδες ἐνατενίζειν. εἰ δ’ ἀφιλάνθρωπόν με γλίσχρον τε καὶ κυμινοπρίστην καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων ἀποκα- [*](Boiss. p. 168) λέσειε, | τούτοις αὐτὸς μᾶλλον ἢ τοῖς τοῖς ἐγαννύμην ὀνόμασιν. οὐχ οὕτω τις πρὸς τὰς εὐ- φημίας ὧς ἐγὼ πρὸς ταῦτα ἡδέως ἐτύγχανον διακεί- μενος τοιαῦτ’ ἀκούειν καὶ τὰ τούτ’ ὢν ἔτι χείρω μακρῷ μᾶλλον αἱρούμενος ἢ γοῦν ὀβολὸν τῶν ἐμῶν προέσθαι χείρων.
11. Ἀλλ᾿ ἐγὼ μὲν οὕτως, οἵ γε μὴν ἀνειμένως βιοῦντες καὶ χλιδῇ χαίροντες ἀπ’ ἐναντίας ἐμοὶ καί, [*](1 sq. Poll. III 112. Aristaen. ep. I 28. Diogen. proverb. | 37. Zenob. I 38. Plaut. Bacch. 519. Ter. Phorm. 1015. Salzmann, Sprichworter bei Libanios p. 52. 12 Luc. Icarom. 23; Tim. 54. Philopatr. 22 14 Posidipp. χορευ. com. Att. fr. IV 521, 12 M (III 343, 26, 7K). Alex. φιλοκ. t. III 499, 3 M (II 389, 251 K). Theocr. Χ 55 c. schol. Arist. vesp. 1357 c. schol. Aristot. eth. Nic. IV 3 p. 1121 b 27; Mor. Magn. I 25 p. 1192 a 9. 21 Thuc. II 39,2) [*](10 μεταδώσεις Ρ corr Boiss 21 hunc locum lacunam sibi contraxisse censet Boiss 22 ἀπεναντίας Ρ corr Boiss)
εἰ γὰρ ἔστιν ὅτε τινὶ συμβὰν οὕτω καὶ περιτύχοιμι, ἢ ἑτέραν ἐτραπό- μὴν εὐθὺς ἢ ἑτέρωσέ ποι τοὺς ὀφθαλμοὺς ἔτρεπον· εἰ δὲ καὶ τῆς θέας ἀνασχοίμην ποτέ, βαβαί, ἡλίκον ἑώρων. γαῦρον καὶ σοβαρὸν ἀτενίζοντά τινα τὰς ὀφρῦς ἀνεσπακότα, χρυσοπάστους περικείμενον ἐσθῆτας, ζώ- νην καὶ τὸν τῆς Ἀφροδίτης πολλῷ τῷ μέσῳ κεστὸν ὑπερβάλλουσαν, χρυσῷ περιρρεόμενον πάντοθεν ὡς μηδ’ ἀτενίζειν ἐξεῖναι τούτοις ἀσκαρδαμυκτὶ περιουσίᾳ στιλπνότητος, ὅν τρόπον οὐδ’ ἡλίῳ τὰς ὄψεις ἀν- έδην ἐπιβάλλειν ἰσχύομεν. τῷδ’ ἐκ ψυχῆς ἀπηχθανόμην ὁμῶς Ἀίδαο πύλῃσι. τί γὰρ ἴδει τοσαύτης πολυ- τελείας ἐξὸν εὐώνοις περιβλήμασι τὴν χρείαν ὰπο- πληροῦν;
[*](Boiss. p. 169)13. Ἀλλ’ οὕτω μὲν αὐτὸς βιούς, οὕτω δ’ ἀποστόρ- γως ἔχων τῶν παρὰ πολὺ τοῖς ἐμοῖς τρόποις μὴ συμ- βαινόντων εἰς ἓν ἀγείρας τὸν πολυτάλαντον ἐκεῖνον χρυσὸν μηδενὸς ὁρῶντος, μηδενὸς συγγινώσκοντος κατα- πιστεύω τῇ γῇ ἄτε τὴν τῶν κιβωτίων οὐκ ἀποχρῶσαν ἡγησάμενος φυλακήν, προσέτι καὶ τῇ τῶν γειτόνων [*](1 cf. p. 256, 18 7 cf. t. VI 656, 4 9 Luc. Icarom. 29) [*](10 II. ’ξ 214 sq. 11 cf. p. 693,11 12 sq. Luc. Icarom. 14 15 II ἴ’ 312; Od. ’ξ 156) [*](15 σημείωσαι Ὁμηρικόν P2) [*](9 χρησοπάστους Ρ corr Boiss 12 τούτοις] πρὸς αὐτὸν) [*](13 στυλπνότητος Ρ corr Boiss 15 τι Ρ corr Boiss 19 παραπολὺ Ρ Boiss)
τοῦτο δὴ δεδιὼς ἐν μυχῷ γῆς κατορύττω τὰ χρήματα συγκατορύξας ἐμαυτὸν τρόπον ἕτερον. οὔ- τε γὰρ εἰς ἀγορὰν ἐμβάλλων οὔτε οἴκοι καθήμενος, οὐ τροφὴν προσφερόμενος τὸν νοῦν ἀφίστων αὐτῶν. ὠνει- ροπόλουν νύκτωρ αὐτά. συνεχῶς ἐφιστάμην τῷ τόπῳ, περιήθρουν, περιεσκόπουν μή πού τι καὶ συνηνέχθη τῶν ἀβουλήτων.
ἀλλὰ γάρ, οἴμοι τῶν ἐπεισφρη- σάντων δεινῶν, πῶς εἴπω; πῶς διεξέλθω; ἐπέχεταί μοι τὸ φθέγμα καὶ προπηδᾷ τοῦ λόγου τὸ δάκρυον, ἴωθεν ἀναστὰς κἀν τῷ τόπῳ γενόμενος εἰωθὸς ὄν, βαβαί, πῶς οὐχ ἡ ψυχή μοι τοῦ τῶν ὀδόντων ἕρκους ἀφίπταται; τὸν μὲν βόθυνον ἀνορωρυγμένον ὁρῶ, τὰ χρήματα δὲ οὐδαμοῦ.
ὧς δὲ εἶδον, ὡς κατενόησα, ὥσπερ ἤχῳ βροντῆς παταχθεὶς ἐννεὸς ἐγεγόνειν. τὴν τῆς Γοργόνος εἶπεν ἄν τις ἰδὼν οὕτω μεταστοιχειῶσαί με τὴν κεφα- Λήν. ὡς δὲ μόλις ἀνενεγκὼν ᾐσθόμην οἶ κακοῦ γέγονα, οἰμωγὰς προσετίθουν ταῖς οἰμωγαῖς, ἀφειδῶς τῶν τῆς [*](Boiss. p. 170) κεφαλῆς καὶ πώγωνος ἐδραττόμην τριχῶν. ὢ Ι πόσα τοῦ βαράθρου κατέπασα δάκρυα, πόσοις στεναγ- μοῖς ἐχρησάμην. ἔπεισί μοι θαυμάζειν ὅπως οὐκ ἀφῆκα [*](7 cf. ad t. V 514, 16 20 Luc. Tox. 17) [*](18 ἤγουν ἐμβρόντητος in marg P2) [*](1 προπολλοῦ Ρ corr Boiss 2 αὐτοῖς scripsi αὐτῶν Ρ Boiss qui αὐτοῖς αὐτῶν coni 11 ἐπισφρησάντων Ρ corr Boiss) [*](18 ἐνεὸς Boiss 20 οὗ? 23 βόθρου?)
17. Τις ὁ ταῦτά με δράσας; τίνι τὸ συμβὰν ἐπι- γράψομαι; εἴθε ποῦ γῆς ἐστιν ὁ κάκιστ’ ἀπολούμενος ἐπυθόμην καὶ πυθόμενος κατέσχον καὶ κατασχὼν κυνὸς δίκην τοῖς ὀδοῦσιν ἐσπάραξα καὶ σπαράξας πρὸς βίαν ἀπορρῆξαι τὴν ψυχὴν παρεσκεύασα. τάχ’ ἂν οὕτω, κἂν ᾖ τῆς ἀξίας ἐλάττων, δίκην ἀπέτισε.
ποῦ μοι τὸ Πυθικὸν χρηστήριον νῦν, ὡς τοῦ προκειμένου πέρι σαφῶς χρησμῳδήσειεν; ἀλλ’ ἴσως κἀκεῖνο λαβυρινθώ- δεις ἀνήσει καὶ λοξοὺς τοὺς χρησμούς, ᾗπερ ἔθος αὐτῷ. μάντεις μετακαλέσομαι, ἔνα τἀληθὲς πυθοίμην αὐτῶν; ἀλλ’, οἴμοι, κἀκεῖνοί με πρίν τι καὶ λέξαι μι- σθοὺς εἰσπράξονται. ἐγὼ δὲ πόθεν αὐτοὺς καταθήσο- ’μαι; ἐκ τῶν περιλειφθέντων χρημάτων; ἀλλ’ ἀπολώ- λασιν ἅπαντα.
τίς γένωμαι; ποῖ τράπωμαι; θανεῖν ἢ περιεῖναι βέλτιον ἥγημαι. τὸ πᾶσιν ἀπευκτὸν ἐμοὶ καταθύμιον. ποθῶ συναπολέσθαι τοῖς χρήμασιν. ὧν γὰρ παρόντων ἡδύ μοι τὸ ζῆν, πῶς οἷόν τε μὴ παρόν- τῶν περι|εῖναι βούλεσθαι; οὐ τὴν φύσιν ἀνα- [*](Boiss. p. 171) μενῶ τὸ τέλος ἐπάξουσαν, ἀλλὰ καὶ ταύτην φθάσας τὴν τελευτὴν ἐπίτομον θήσομαι ἀγχόνῃ χρησάμενος ἢ κώνειον πεπωκώς. ἢ βουλόμενός τις ἀνακόψαι με τῆς [*](1 sq. Pind. fr. 123,3 Schr. 3 cf. ad p. 697,10 11 Luc. fug. 10 21 cf. ad p. 723,2) [*](5 ποῦ scripsi ποῖ Ρ Boiss qui ποῦ coni | ἔστιν Ρ) [*](9 ἐλάττω Ρ corr Boiss 10 περὶ Ρ corr Boiss 12 ἀν- ήσει scripsi ἀνῆκε Ρ ἂν ἀνῆκε coni Boiss 13 ἴνα scripsi καὶ Ρ Boiss | πυθοίμην ἂν coni Boiss 18 ἡγοῦμαι coni Boiss 24 βουλόμενος τίς Ρ corr Boiss)