Declamatio 50
Libanius
Libanius, Declamatio 50, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
τὸ μὲν οὖν εὐτυχέστερον, ὦ πολῖται, μὴ [*](RIV 841) πρὶν εἶναί μοι καιρὸν ἐπὶ τοῦτ’ ἀναβῆναι τὸ βῆμα μηδ’ αὖ περὶ τούτων ὁποίων νῦν ἐρῶν ἀφῖγμαι μη- δέποτε λόγους ἐν ὑμῖν ποιήσασθαι· ἐπεὶ δὲ εὔξασθαι μὲν ἅ τις βούλεται ῥᾴδιον, πράττεται δὲ τὰ τῆς ἀνάγ- κης καὶ ταύτην οὐκ ἔνι διαφυγεῖν οὔτε νέοις οὔτε γέρουσιν, ἥκω δεησόμενος ὑμῶν ἄνθρωπος οὐδ’ ἱκανῶς [*](Mon = Codex Monacensis gr. 96) [*](Va = Vaticanus gr. 82) [*](Α = Ambrosianus L 64) [*](Ma = Matritensis 4679, olim N-49) [*](Cl = Bodleianus Miscellaneus 208, olim Claromontanus) [*](Β = Barberinus II 41 (Vatic. Barb. 220)) [*](1 Harpocr. s. v. βουλεύσεως) [*](1 Ἐγράψατο — 3 νόμον spatio relicto om Va | παῖδα Ma ὁ sed αιδ supra ras 2 litt m2 2 ἄκριτος ΑΒ 3 τῶν Mon) [*](4 οὖν inser Va2 | εὐτυχέστερον Ma sed in ras minore m2 om VaAClB | ὦ ἄνδρες Ma sed in ras minore m 2 6 μὴ δ’ libri Re 7 ποιήσασθαι, φανερὸν ἐπεὶ Β | εὔξασθαι — 9 διαφυγεῖν praemissis verbis τῆς μελέτης ἐν ᾖ παῖς παρὰ πα- τρὸς γραφεὶς βουλεύσεως ἀκρίτως ἀποθανεῖν ἀξιοῖ citat Macarius Chrysoc. fol. 78 (Villoison Anecd. II 11; Reisk. Lib. t. I p. XXV)) [*](8 δὲ om Α 10 ἄνθρωπος in lac 6 — 7 litt om A | ἱκα- νὸς Mon A)
2. εἰ μὲν οὖν ἠξίουν ὑμᾶς διαλλάξαι μοι τὸν πατέρα καὶ ποιῆσαι πρᾷον καὶ πεῖσαι τὴν οὐδὲ μέχρι ῥήματος ἐμοὶ φορητὴν ταύτην δόξαν ἀποθέσθαι, τάχα μὲν οὐδ’ οὕτως ἂν οὔτε τῶν ὑμετέρων ἀλλότρια τρόπων ἐζήτουν οὔτ’ ἐναντία ία τῇ φύσει τῇ παῖδας καὶ γονέας οἰκείως ἔχειν ἀλλήλοις ἐθελούσῃ, ἴσως δ’ ἄν τις ἠγανάκτησε τῶν οὐδ’ ἐν τοῖς πολλοῖς ὑμῖν ἐοικότων, εἰ τοιαύτην αἰτίαν ἐγὼ λαβὼν ὅπως μήτε λόγον μηδένα μήτε δίκην μηδε- μίαν πατρὶ πατρὶ δοίην διεπραττόμην· ἐπεὶ δέ, ὃ τῆς κρίσεως ἐστιν, ἂν ἀλῶ, πέρας, τοῦτ’ ἂν βουλοίμην ὑπομεῖναι σιωπῇ τοῦ πατρὸς αὐτοῦ τὰ τῆς ψήφου ποιοῦντος, οὐκ οἶδα εἰς τί τις βλέπων ἢ τί τῶν ἁπάν- των ὑφορώμενος οὐκ ἂν δοίη τὴν χάριν.
εἰ μὲν οὖν ἑώρων καὶ ἴ’ νῦν τὸν πατέρα ἐφεστηκότα καὶ τοὺς ἐναντίους ἐμοὶ παρεσκευασμένον πρὸς ὑμᾶς εἰπεῖν λό- [*](RIV 842) γους, οὐδὲν ἂν ὧν διανοοῦμαι φράσας εὐθὺς 1 ἂν ἀποπηδήσας ᾠχόμην εὖ τοῦτο εἰδώς, ὧς ἅπαντα ἂν [*](1 εἰς ὑμᾶς om VaA | εἰς inser Ma 2 εἰ Mon | ἦττον 2 ἐν inser Re om libri 3 ὦν ἐσπούδακα τυχεῖν scripsi e VaAMaClB cum lacobsio Lect 157 Schul ὢν ἐπούδα κατα- τυχεῖν Mon ὢν ἐσπούδακατα τυχεῖν Re 6 ἐξελόμενον A | παραδώσεται VaB παραδόσετε Ma 8 πρᾶον MonAB 12 ἠγανάκτησε τις Ma 15 δοίην scripsi e Β δοῖεν reliqui libri Re 17 ὑπομεῖναι Ma sed ὕπο inser m 3 | σιωπὴ scripsi e VaAMaClB cum Cobeto Coll 303 σιωπεῖν Mon Ee σιωπῶν lacobs Lect Schul 18 εἰ ετί Mon 20 ὑφεστηκότα Ma sed ν in ras m3 | τ(??) ἐναντί(??) A)
4. Ἀνάγκη μὲν οὖν μετὰ δακρύων, ὦ πολῖται, γίγνεσθαί μοι τοὺς λόγους, ἐπεὶ καὶ ὅλως νῦν ἐν δά- κρυσι διάγω καὶ οὔτε ἡμέρα οὔτε νὺξ οὔτε τῶν οἰ- κείων οὔτε τῶν φίλων οὐδεὶς ἐπεῖδέ με μετὰ τὴν ὀρ- γὴν πατρὸς ἢ φθεγξάμενον ἢ σιγήσαντα ἀδακρυτί.
5. καὶ τί θαυμαστὸν εἰ αὐτὸς ἠνάγκασμαι πενθεῖν, ὅπου γε καὶ τοὺς ἐμοὶ συνήθεις ἴδοι τις ἂν ταὐτὸν ἐμοὶ ποιοῦντας; ὁ γὰρ δὴ πονηρότατος ἐγὼ περὶ τοὺς ἐμαυτοῦ τοὺς ἐκ παλαίστρας καὶ διδασκαλείων ἑταίρους ἅπαντας ἔχω συμπενθοῦντας καὶ οὐδὲν τῇ λύπῃ τοῦ κινδυνεύοντος ἐμοῦ διαφέροντας. οἶμαι δὲ καὶ ὑμῶν πολλοὺς εἰς δάκρυα πεσεῖσθαι τῶν κακῶν τῶν ἡμετέ- ρων ἀκούοντας. ἴστω οὖν τις κἀμοὶ συγγνώμη μὴ συν- εχῶς ἅπαντα δυναμένῳ λέγειν.
6. Ἔγημεν ὁ πατὴρ τὴν μητέρα τὴν ἐμήν, ὡς οὐκ [*](7 Her. VII 168, 3; 211, 1; VIII 29. [Andoc.] Alc. § 4 p. 29, 18) [*](1 τε om MaClB 4 αὐτὸν Va | μὲν om Va 7 οἴσεσθαι scripsi cum Sinteni coll. 11. 11. οἴεσθαι libri Re | τοῦ om A) [*](10 γίνεσθαί Β 11 ἡ ante νὺξ MonVa delevi cum Sin- teni 12 οὐδεὶς inser Ma3 om VaAClB | με om VaMaClB | ὀργὴν inser Ma 3 om VaAClB 15 ἐμοὺς ClB | τίς Mon ταὐτὸ AMa 16 ἐμοὶ in ras Ma3 17 ἑτέρους A 19 δια- φέροντος A 21 μὴ inser Ma2)
εἴ τι προσπέ- σοι δυσχερές, τοῦτ’ ἐκ τῶν ἐλπίδων τῶν παρ’ ἐμοῦ τὴν παραμυθίαν ἐλάμβανε κἀν τοῖς διδασκαλείοις οὐκ οἶδα μᾶλλον ἑτέρους εὐδαιμονίσας ἢ μακαρισθεὶς ὐπ’ ἄλλων. ὁρῶν δὲ τὸν πατέρα τῆς οὐσίας ἐπιμελούμενον καὶ πλείω τὰ ὄντα ποιούμενον καἰ ὅπως εὖ πράττοντά μοι παραδοίη τὸν οἶκον, πάντας ὑπομένοντα πόνους καὶ οὐκ ὄντα χαλεπὸν οὐδ’ ἀκριβολογούμενον, δὶ τι φανείην ἀναλίσκων, ἔχαιρον καὶ εἰς ἱερὰ βαδίζων ἀπὸ [*](RIV 843) τοῦ πατρὸς ἠρχόμην τῶν εὐχῶν.
οὕτ’ ὢ δὲ | ἡμῖν τῶν πραγμάτων χωρούντων, εἴπω τὰ λοιπὰ μετὰ παρ- ρησίας; ἀλλ’ οὐκ ἐβουλόμην μὲν οὐδὲν δυσχερὲς περὶ οὐδενὸς λέγειν νέος τε ὢν ἔτι καὶ εἴπερ τις ἄλλος τῶν ἡλικιωτῶν εὐφημεῖν περὶ ἀπάντων, καὶ πολιτῶν καὶ μετοίκων καὶ ξένων, μεμελετηκώς, καρτερεῖν δὲ οὐκ ἔστιν ἀδικούμενον.
εἰσί τινες, ὦ πολῖται, τοῖς ἑτέρων ἀγαθοῖς ἀχθόμενοι καὶ νομίζοντες ἐν ταῖς τῶν [*](16 cf. p. 615, 17 21 cf. p. 615, 20 sq.) [*](1 γενόμενος ηὐξήμην post prius ἔδει del et post alterum in marg inser Ma 2 | ηὐξόμην scripsi e VaClB ηὐξήμην AMa Re οὐξήμην Mon 3 ὑπὸ reposui e libris sed παρὰ ὑπὸ Mon παρὰ Re Ι πάντη Cl 6 ἔτι Mon 7 παρ’ ἐμοῦ] ἐμῶν A) [*](8 κἂν ΑΒ Ι διδασκάλοις MaCl 9 ἑταίρους Α 11 ποι- οῦντα AMaClB 13 οὐδὲ A 14 ἀναλίσκειν Α ἁλίσκων Va | εἰς τὰ ἱερὰ coni lacobs Schul | ἀπὸ τοῦ πατρὸς inser Ma3) [*](17 signum interrogationis posui coll. p. 615,11 comma Β punctum reliqui libri Re 19 ἐνηλικιωτῶν Α 21 τοῖς Ma sed οἶς suprascr m3)
καὶ νῦν μὲν ἄνδρα πρὸς γυναῖκα, νῦν δὲ θεῖον πρὸς ἀδελφιδοῦν, νῦν δὲ ἀδελφοὺς πρὸς ἀλλήλους, νῦν δέ, οἶόν τι τὸ παρόν, πατέρα πρὸς υἱὸν ἐξεπολέμωσαν κἂν λάβωσί τινα χρη- ’στὸν καὶ οὐδὲν ἑαυτοῖς ἐοικότα, διεπράξαντο ῥᾳδίως ὁ γὰρ ἥκιστ’ ἂν αὐτὸς τοιαῦτα ἑτέροις ἐπιβουλεύσας ῥᾷστα ἂν ὑπὸ τῶν τὰ τοιαῦτα μηχανωμένων διαπρα- χθείη.
ἆρα ἄν μοι δοίητε εἰπεῖν ὅτι τούτων εἶς ὑπὸ τῶν τοιούτων ἠπατημένων καὶ ὁ πατήρ μοι γε- γένηται καὶ νῦν ἐγὼ θανατῶ διὰ τὴν ἐκείνου χρηστό- τητα; εἰ γὰρ ἃ συνῄδει μοι παρὰ πάντα τὸν χρόνον ἰσχυρότερα ὧν χθὲς ὡς εἰπεῖν ἤκουσεν ἐπεποίητο, τῶν παρόντων οὐδὲν ἂν ἡμᾶς ἤλαυνε. νῦν δ’ ὁ πατὴρ πα- τὴρ ἡμῖν οἴκοθεν ἐξελθὼν ἐπανῆλθεν ἐξαίφνης πολέμιος [*](6 Isocr. Panath. § 25 p. 238 b 10 cf. p. 563,6; 388,10) [*](3 δυνατώτεροι Α 4 καὶ post μὴ Mon Re et inser Ma delevi 6 πεπλησμέναις Α 9 πρὸς om Α 10 ἐξεπο- λέμωσαν scripsi ex AMaClB ἐξεπολέμησαν MonVa Re 11 αὐτοῖς Ma sed ex ἑαυτοῖς corr m 3, Β | ῥαδίως διεπράξαντο Α 12 ἑτέροις MaClB 13 τὰ om AMaCl | πραχθείη 14 ἄρα Α 17 παρὰ scripsi ex AMaClB περὶ MonVa Re 18 εἷπεν Sintenis | ἐπεποίηντο Α sed ν eras | comma post ἐπε- ποίητο inserui om libri Re 19 comma post παρόντων Mon VaCl Re delevi τῶν παρόντων οὐδέν, οὐδ’ ἂν ἡμᾶς coni lacobs Add 310 Schul | δὲ Α | πατὴρ(2) inserui e ClB om MonVaA Ma Re 20 ἐπανῆλθεν ἐξαίφνης πολέμιος scripsi ex AMaCl Β ἐπανῆλθε πολέμιος ἐξαίφνης MonVa Re)
ἐρω- τῶντος δέ μου τί τὸ ταῦτα ἀναγκάζον καὶ ποιεῖν καὶ λέγειν; σύ, φησίν, ὅν ἐμαυτοῦ φονέα βόσκων οὐκ ᾔδειν. ἀνεβόησα, ὦ πολῖται, καὶ ταῖν χεροῖν τὸ πρόσωπον ἔτυπτον καὶ θεοὺς καὶ δαίμονας ἐκάλουν καὶ μὴ τοιαῦτα ἀσεβεῖν ἐδεόμην.