Declamatio 47
Libanius
Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
μὴ χείρω μὲν οὖν γε- νέσθαι χαλεπὸν ἂν ἦν, μᾶλλον δέ, εἰ καὶ μηδεὶς τῶν ἄλλων, αὐτὸς ἂν αὐτὸν ὕστερον εἰς κοινωνίαν εἰσῆγον. [*](RIV 683) ὁμολογῶ γάρ, εἰ καὶ παροξύνω τῷ λόγῳ. | τέ οὖν ἔδει πονηρὸν ἐπὶ τῆς διαθήκης γενόμενον φιλανθρω- πεύεσθαι μετὰ τοσαύτης βλάβης;
[*](2 cf. p. 573, 5)[*](1 καὶ ante τὰ MaClPa | ἀνέχεταί Β ἀνάσχηταί Pa | στό- μαχόν γε ante πεινῶντα inserendum coni Re cui oblocutus est lacobsius Lect | φέρειν Macar ζῆν MaCl θαρρεῖν lacobs 2 οὖν inserui e MaClPaBVa om PMCr edd 4 καταισχύνοι MaCl 5 ποτ’ MaClPa | πᾶσιν Cr 6 καὶ om MaCl 7 ἔπειτ’ Cl 8 αὐτοῦ libri edd 11 αὑτοῖς Cr αὐτοῖς reli- qui libri edd | συνεισφέροντες Ma et in marg Cl 2 | τινὰ αὐτῷ ClPa 12 ἂν ἦν MaClPa 13 τῷ om Mor | ὥσπερ Va 15 τὸν — 16 γενέσθαι om MaCl 16 οὖν] γὰρ Pa 18 εἰς κοινωνίαν εἰσῆγον ὕστερον MaClPa 20 γραφόμενον MaClPa)[*](21 τοσαύτην βλάβην MaCl)50. Αὐτὰ δὲ ταῦτά φησιν, ἡνίκα ἐκέλευόν σε γράφειν, τί μὴ πρὸς ἐμὲ διελέχθης; ἦν γάρ που βέλτιον λέγοντα πείθειν ἢ διὰ σιγῆς ἀδικεῖν. καὶ πῶς ἂν ἀσθενοῦντί τε καὶ φαύλως ἔχοντι καὶ τε- λευταῖα νομίζοντι περὶ τῶν αὑτοῦ βουλεύεσθαι λόγον ἀπέτεινον μακρόν; πῶς δ’ ἂν παρὰ τοῖς σοφοῖς ὁρῶν τὸν καιρὸν ἐπαινούμενον αὐτὸς ἂν οὕτως ἄκαιρον πρᾶγμα ἐπεισῆγον τῇ νόσῳ καὶ τὸν ὀδυνώμενον τῷ πυρετῷ λόγοις ὀχληροῖς ἐβάρυνον;