Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τί τούτων ἔδει ζητῆσαι πλέον καὶ ταῦτα ἐπ’ αἰτίαις οὐ πάνυ μεγάλαις, ὥς φησιν αὐτὸς ὁ πατὴρ ὁ χαλεπήνας μέν, οὐκ ἀποκηρύξας δέ; καίτοι εἴ τι τῶν δεινοτέρων ἐπέπρακτο, πάντως ἂν ἐπὶ τοῦτο ἧκεν. οὐ γὰρ δὴ φήσειεν ἂν ὡς οὐκ οἶδεν ἀποκηρύττειν. ὃς γὰρ ἀδελ- φοῦ φιλανθρωπίαν πρὸς ἀδελφὸν τούτου νενόμικεν ἀξίαν, τί ποτ’ ἂν ἔδρασεν ἐν αἰσχίστοις ἐκεῖνον λαβών;

44. τοῦτό με μάλιστα, ὦ πάτερ, ἔπεισε τῶν ἴσων ἀξιῶσαι τὸν ἀδελφὸν τὸ καὶ παρὰ σοὶ μικρὰ κεκρίσθαι τὰ ἡμαρτημένα. σημεῖον γὰρ ἦν τοῦτο τοῦ προιόντα τὸν χρόνον πάντως ἂν ποιῆσαι διαλλαγάς. ἃ οὖν ἡγού- μὴν σε σωθέντα δώσειν, ταῦτα αὐτὸς ἔδωκα νομίζων, εἰ διαφύγοις τὴν νόσον, ἐπαίνου τεύξεσθαι παρὰ σοῦ τῇ προσθήκῃ. καὶ ὡς ταῦτα ἤλπιζον μάθοις ἂν ἐκεῖθεν.

45. τῶν μὲν γὰρ μάντεων οὐδεὶς προειρήκει τὴν τε- [*](1 τυγχάνειν Ma sed ν(2) add m 3 | τίνα MaCl 2 δέδωκε MaClPa 3 ἐγὼ φαίην ἄν scripsi e PMBVa ἂν ἐγὼ φαίην MaClPa Mor Re φαίη ἂν Ferr 4 γρ χρόνον οὐ πολύν in marg Mor | ἀγγελόντων Ma sed λ(2) inser m 3, ClBVa 7 voce διακόνων inc Cr fol 33 r 8 ἔκλαυσεν MaCl | αὐτοῦ Va sed οῦ ex ὸ corr m2 12 ἂν om Pa | εἶκεν Cl 14 τοῦτον Cl sed in τούτου corr m 2 15 ἐν om MaCl 16 με inserui e PMCrMaClPaVa om Β edd | ἔπεισε om Cr ἔπεισεν MaPa) [*](17 ἀξιῶσαι τὸν ἀδελφὸν τῶν ἴσων MaClPa | καὶ om Β περὶ Va | μικρὰ κεκρίσθαι μικρὰ MaCl 21 διαφύγῃς MaCl) [*](22 μάθοις Ma sed οι in η corr m3 23 εἰρήκει MaCl)

601
λευτήν, οἱ δ’ ἰατροὶ παρῄνουν εὔχεσθαι, τὸ δὲ μέλλον ἄδηλον ἦν. οὕτως οὖν ἐνέγραφον ὡς οὐ πάντως σε λήσων, ἀλλ’ ὧς, εἰ τύχοι, τά τε γράμματα καὶ τὸ πε- πραγμένον ὕστερον εἰσομένου. ὁ δὴ τοῦτο προσδοκῶν τὸ μὴ δόξειν ἀδικεῖν, εἰ γνωσθείη, | ταῦτα δή [*](RIV 682) που ἔγραφεν.

46. Ἐβουλόμην μὲν γὰρ αὐτόν φησιν ὑπὸ πενίας γενέσθαι βελτίω. τί δ’, εἰ χείρων ὑπ’ αὐ- τῆς ταύτης ἐγένετο; καλὸν ἦν παρὰ σοῦ δεδόσθαι τῇ κακίᾳ τὴν ἀφορμήν; ἢ οἴει, πάτερ, τὸν μὲν πλοῦτον πανταχοῦ κακίαν ἐμποιεῖν, τὴν ἀρετὴν δὲ πανταχοῦ μετὰ τῆς πενίας εἶναι; οὐκ ἔστιν, ἀλλ’ ἔνι καὶ πλούτῳ χρήσασθαι καλῶς καὶ πενίαν γενέσθαι τοῦ πλουτεῖν κακίας μᾶλλον αἴτιον, ὅσῳ πλοῦτος μὲν ἁμαρτάνειν βουλομένῳ χορηγεῖ, πενία δὲ καὶ τὸν οὐ βουλόμενον ἀναγκάζει.