Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

οὐκ εἶδες πώλους, ὦ πάτερ, καὶ σκιρ- τῶντας καὶ θορυβοῦντας τὸν ἱππέα καὶ οὐ παρὰ τοῦτο δοκοῦντας ἀχρήστους τε εἶναι καὶ ἀπορριπτουμένους; ἀλλ’ ἤδη τινὸς ἀκήκοα τῶν τὰ τοιαῦτα δεινῶν τούτους εἶναι τοὺς γενναίους τὴν φύσιν. τοιγαροῦν μικρὸν ἀνασχόμενοι τῶν σκιρτημάτων τῆς νεότητος παρελθού- σης χρῶνται πρὸς τὰ ἔργα σωφρονοῦσί τε ἤδη καὶ πολὺ τοὺς ἄλλους νικῶσιν.