Declamatio 47

Libanius

Libanius, Declamatio 47, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τούτων δὲ γεγενημένων ἔδραμον εὐθὺς ἐπὶ τοὺς νεώς, εἵπετο δὲ καὶ ὁ δυστυχὴς ἀδελφός, καὶ παρὰ τῶν θεῶν προσκείμενος τοῖς ἕδεσιν ᾔτουν ὑγιᾶ- ναι τοῦτον ἡμῖν, ὅπως ἂν τῶν ἄλλων ἀγαθῶν ἐμέ τε ἐπαινέσῃ καὶ πρὸς τοῦτον διαλλαγῇ. καὶ τῆς ὑστεραίας ἠκούομεν τῶν ἰατρῶν τὰ βελτίω λεγόντων καὶ ὡς ὕπεισιν ἐλπίδες, εἶτα ὡς νενίκηται τοῦ κακοῦ τὸ πλέον, εἶτα ὡς ἅπαν.