Declamatio 44
Libanius
Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
εἰ γὰρ αὐτὸς ἔμελλον τυραννήσειν, ἐδεξάμην ἂν τύραννος ἀντὶ στρατηγοῦ καταστῆναι, πρᾶγμα δυσσεβὲς ἀντ’ ἐν- νόμου καὶ πολιτικοῦ; τίνος ἐπιθυμῶν; τοῦ τιμᾶσθαι; καὶ τί κάλλιον τῶν παρὰ τοῦ δήμου τιμῶν, ὧν ἄπ- εστιν ἀνάγκη, ἃς μόνας ἄξιον τιμὰς προσειπεῖν; τύραν- νος δὲ κολακεύεται μέν, τιμᾶται δὲ ἥκιστα. ᾧ γὰρ ὁ προσκυνῶν καταρᾶται, ποῦ τοῦτον ἐν τοῖς τιμωμένοις [*](1 τί Cl γε Μ | πάντας Cl Ι τοιοῦτο ViCl 2 ἐπεδεικνύμην La sed ε(2) ex ι corr p 6 αὐτὸν τοσούτων Β Va | τούτων τῶν ἀγαθῶν Doxap 7 αὑτὸν om Doxap ἑαυτὸν LaVi αὐ- τὸν Cl Ι δι’ Vi | ὅ om Μ ὅσγε LaVi 8 αὐτοῦ L sed ῾ e’ corr αὐτοῦ La sed ’ in ῾ corr p, Cl Doxap ἐν αὑτοῦ Cobet Misc 146 Ι διατί ViCl 9 στρατηγίας — ἠξιωμένος om Doxap) [*](10 πόλει Μ Doxap qui δεσπότην τῇ πόλει praebet cf. p. 513, 4 Ι ἐν — ἐγεγόνειν om Doxap Ι ἐγενόμην BVa 12 ἕτοιμος scripsi e MLaViClBVa ἑτοίμως L edd ἄδικον Doxap Ι ἠρού- μην Vi Doxap | κακός post νομισθῆναι L edd delevi 14 ἐν- νόμου La sed ν(2) inser p, Cl sed ου corr m 2 15 πολιτικοῦ Cl sed λιτικοῦ in ras m 2 16 παρὰ La sed α (1 et 2) in ras f I ἄπεστιν La sed ex ἀποτίναι corr f, Va sed γρ ἀπέστην in marg ἀπέστην Cl 18 δὲ(1)] γὰρ BVa | ὃν Cl 19 ἂν post τοῦτον inserendum coni Gasda Ι τοῖς inserui e LaViClVa om LMB edd)
μάρτυρες δ’ ὑμεῖς διὰ τῆς στρατηγίας. ἐνὶ γὰρ δὴ τούτῳ χρηστόν τε εἶναι καὶ ἐκ τοιούτων καὶ κρείττονα ἡδονῶν καὶ διὰ πάντων ἀρετὴν ἠσκηκέναι καὶ ταῖς καλλίσταις ἐσχολακέναι μελέταις καὶ πάντα ἅ τις ἂν αὑτῷ συνεύξαιτο καὶ παισὶν ἐμαρτυρεῖτε. τοῦ μὲν οὖν ἐκ παιδὸς ἐπιτηδεύειν με τὰ βελτίω σύμβολον [*](RIV 489) | εὐμέγεθες ἡ στρατηγία, ταύτην δὲ τίς ἤδη ἔχων καὶ τοῖς μεγίστοις τετιμημένος ἐξ αὐτῶν ἂν τῶν μισθῶν τῆς ἀρετῆς εἰς τὸ κακὸς εἶναι μετέστη καὶ τὰ ἆθλα τῆς καλοκἀγαθίας ἀρχὴν ἐποιήσατο πονηρίας; ἀλλ’ οὐ ταῦτα ποιεῖν αἱ τιμαὶ πεφύκασιν, ἀλλὰ μᾶλλον ἂν τοὺς φαύλους ἀποφήνειαν ἀγαθοὺς ἢ τρέψειαν ἐπὶ θάτερα τὸν βελτίω.