Declamatio 44

Libanius

Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

βοὴ δὲ ἐξαίφνης καὶ ταραχή· ξένος οὗτος εἰσβιάζεται καὶ καταμανθάνει τί μὲν εἴρηται, τί δὲ κέκριται, τί μὲν ἔδοξε, τί δὲ οὐκ ἔδοξε καὶ τὰ τῆς πόλεως οὐκ οἶδ’ ὁπόθεν ἥκων εἰδὼς ἄπεισιν. ὁ στρατηγὸς δὲ ἡσυχάζει, τιμωρία δ’ οὐ φαίνεται, ξίφος δὲ οὐδαμοῦ.

τοιούτων πεφηνότων τε καὶ Ι λεγομένων τί [*](RIV 483) ἐχρῆν με ποιεῖν; ἐπαινέσαι τὸν ἄνθρωπον καὶ στεφανῶ- σαι καὶ κελεῦσαι ῥήματα ἄλλως ἡγεῖσθαι τὸν νόμον καὶ τοῖς ξένοις ἀνοῖξαι τὰς ἐκκλησίας; ἀλλ’ οὐδεὶς ἐρεῖ. τί οὖν λοιπόν; ἀπάγειν, ἔργῳ κυροῦν τὸν νόμον. οὐκοῦν ἐγὼ μὲν ἃ μὴ ποιῶν ἂν παρηνόμουν ἔπραττον, ὁ δὲ ἐφθέγγετο ταῦτα δὴ τὰ τοῖς ἐπὶ θανάτῳ συνειλημμέ- νοις εἰωθότα, ὧν κοινῇ πᾶσιν ὑπερορᾶν δοκοῦν ἔπαθεν ἃ δὴ παθεῖν ἐπὶ τούτοις ἐτέτακτο.