Declamatio 42

Libanius

Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

καὶ βαδίζοντες, ὧς εἰκός, παρ’ ἐκεῖνον σὺ δὲ τυραννῶν, ἔλεγον, καὶ δυνά- μενος φοβεῖν καὶ θηρεύων ἡδονὰς τὰ μὲν οὐ- δενὸς ἄξια μειρακύλλια συλλέγεις, τοῦ καλλί- στου δὲ τῶν ὑπὸ τὸν ἤλιον οὐκ ἀπολαύσῃ καὶ ταῦτα ἐγγὺς ὄντος; εἶτ’, οἶμαι, διηγοῦντο περὶ τῆς τριχός, περὶ τοῦ προσώπου ἴ’ περὶ τῶν χειρῶν, περὶ τῶν ἄλλων καὶ ὧς καὶ τοῖς ζωγράφοις ἆθλόν ἐστι τὸ μειράκιον ἐλεγχούσης τῆς ὥρας τὴν τέχνην.