Declamatio 42
Libanius
Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἀλλὰ μὴ σιγῶντος ἐμοῦ παρὰ τῶν τἀμὰ θαυμαζόντων γένηται καὶ γράψῃ τις παρελθὼν ὑπὲρ ἐμοῦ ταῦτα ἃ οὐκ ἄν ποτε αὐτὸς | ὑπὲρ ἐμαυ- [*](RIV 476) τοῦ; ἀλλὰ θαρρεῖτε, ὦ βέλτιστοι, θαρρεῖτε. καὶ γὰρ ἂν ἅπαντα ὁ δῆμος ὁμοῦ διδῷ, τὸν ληψόμενον οὐχ εὑρήσει. μὴ γὰρ φανείη τι τερπνὸν ἐμοὶ μηδὲν ἔτι πλὴν θανάτου.