Declamatio 42

Libanius

Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἀλλ’, εἰ δοκεῖ, δῶ- μεν ἐκκλησιῶν τε εἶναι τὸν τότε καιρὸν καὶ λόγων, οὐχ ὅπλων καὶ μήτε τὴν πολιορκίαν ἐμποδὼν εἶναι τούτοις μήτ’ ἂν οἷς ἔλεγον ἀντειπεῖν μηδένα μήτε τῶν ἄλλων μήθ’ ὅσοι νῦν κατηγοροῦσιν. ἀλλὰ καὶ οὕτως, ὦ ἄνδρες, κάλλιον ἦν ταῦτα περὶ τῶν ἐμῶν ἐψηφίσθαι. ἐκεῖνο μὲν γὰρ <ἂν> ἐδίδου τοῖς λειν ὑμᾶς βουλομένοις λαβήν, ὅτι ὁ μὲν πατὴρ παρ- ῆλθεν ἀφοσιούμενος καὶ τρόπον τινὰ τιθεὶς | [*](RIV 475) ὑπὲρ τοῦ παιδὸς ἱκετηρίαν, ὅπως μηδεὶς χαλεπήνειε πρὸς τοῦτον δι’ ὃν πολιορκεῖται τὸ ἄστυ, ὁ δῆμος δὲ ἀπεχρήσατο τοῖς ῥήμασιν εἰς φόνον, καὶ ὁ μὲν ἀποκτείνατε, ὅπως ἀκούσειε βοώντων ὅτι σώσομεν, οἱ δ’ οὐκ ἐθελήσαντες εἰς τὴν διάνοιαν βλέψαι τοῦ λέγοντος ἀπὸ ψιλῶν τῶν συλλαβῶν τὸν νέον ἀπώλεσαν.