Declamatio 42
Libanius
Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
οὕτω δὲ λίαν ἐπιθυμῶν εἶχε καὶ παρασκευαῖς θαρρεῖν. πολὺς μὲν αὐτῷ πλοῦτος ἐν βασιλείοις καὶ οὗτος ἐγγύς, πολλὰ δὲ ὅπλα καὶ ῥώμη καὶ τέχνη στρατιωτική, ἅμιλλα δὲ πρὸς αὑτοὺς τῶν ἀκολουθούντων, ὅστις αὐτῷ τὸν ἐρώμενον θηράσας φέρων εἰς τὰς χεῖρας ἐνθείη.