Declamatio 42
Libanius
Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἀλλ’ οὐδ’ εἰ τὸ τεῖχος κατεσείετο, ταύτας ἄν ποτε τὰς φωνὰς ἀφήκατε πρὸς ἐμέ. ἀλλ’ ἐγὼ ταύτας ἡγούμην ἀκούει παρ’ αὐτῶν τῶν πραγμάτων. οὐ δὴ τὸ τὸν πόλεμον ὑμᾶς ᾑρῆσθαι τὴν ἐμὴν ἐκώλυε φιλοτιμίαν, ἀλλ’ αὐτὸ τὸ πρὸς τοσαύ- την ἰσχὺν ἀντᾶραι φειδοῖ τοῦ παιδὸς τὸν πατέρα τοῦ παιδὸς ἐπὶ τὴν πρᾶξιν παρεκάλει.
33. Ἀλλ’ ᾤχετ’ ἄν φησιν ἀπειπὼν πρὸς τοὺς πόνους ὁ τύραννος καὶ οὐκ ἦν δῆλον ὧς πάν- τως περιέσται. λαβὼν μέν, ὦ ἄνδρες, τὸ μειράκιον ᾤχετ’ ἄν; μὴ λαβὼν δὲ οὐκ ἄν. πολὺς γὰρ ἦν καὶ σφοδρὸς ὁ ἔρως καίων καὶ ἐγκείμενος καὶ μηδὲ ἀνα- [*](RIV 471) πνεῦσαι διδούς. τί τούτου σημεῖον; ἐξεῖπεν ἃ κρύπτειν ἔδει, καὶ ταῦτα διὰ πρεσβείας. ὃ μηδεὶς ἤκουσε μηδαμοῦ, μειρακίου κάλλος ἐπ’ ἐκκλησίας ᾐτεῖ- το.