Declamatio 42
Libanius
Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ὑπὲρ μὲν οὖν τῶν ἀδήλων ἐπ’ ἐκείνους δεῖ καταφεύγειν, δήλου δὲ ὄντος τοῦ λυσιτελήσοντος αὑτοῖς ἐκ τῶν φαινομέ- νων βοηθεῖν. οὐκ ἦν τόθ’ ἡμῖν περὶ γῆς ὅρων ὁ κίν- δυνος, ὥστε μὴ πάντα ποιεῖν τὸν εὔνουν, ἀλλ’ ἡ πολιορκία τὸν ὄλεθρον ἠπείλει τῇ πόλει. τοῦτ’ οὖν ἐποίει τὴν πρᾶξιν ἀναγκαίαν.
28. Οὗτος μὲν οὖν ἐρωτᾷ με εἰ μὴ δεινὸν τὸ τεθνάναι τὸν παῖδα, ἐγὼ δὲ αὐτὸν ἀντερήσομαι εἰ μὴ δεινὸν κατασκαφῆναι τὴν πόλιν. ὅτι γὰρ ἑλὼν | [*](RIV 469) ὁ τύραννος τοῦτ’ ἂν ἐποίησε περιαλγῶν, πᾶς τις ἂν ὁμο- λογήσειεν. ἀγανακτεῖς οὖν ὅτι μὴ τεῖχος μὲν τουτὶ κατη- νέχθη, τῶν δὲ ἐνοικούντων οἱ μὲν ἔθνησκον, οἱ δὲ ἤγοντο, ἐκεῖνο μὲν οἱ ἐν ἡλικίᾳ καὶ γέροντες, τοῦτο δὲ [*](2 cf. t. VI 94, 10 sq.; 95, 9; 276, 11 12 cf. p. 410, 4 16 sq. cf. Chor. inf. 216, 14 sq. et 228,19) [*](2 λοιμοῦ ποτε τὰς Ἀθήνας καταλαβόντος ἔχρησεν ὁ Πύθιος μὴ παύσασθαι τὸ δεινόν, πρὶν ἂν τῶν πολιτῶν τις τὰ ἑαυτοῦ τέκνα ἐπιδῷ πρὸς ἀναίρεσιν. Λεώς τις ἔχων τρεῖς θυγατέρας, Φρασιθέαν, Θεοπόμπην καὶ Εὐβούλην, προθύμως ἐπέδωκεν αἷς ἱερὸν ᾠκοδομήθη καλούμενον Λεωκόριον M m (et Wolf et marg Mor) cf. Ael. v. hist. XII 28; Phot. lex. Suid. s. v. Λεωκόριον) [*](2 τῶν πόλεων om Cl 4 δεινὰ δὲ LaViClMVaB | ἵσταντο VaB 6 οὖν om LaViCl | χρὴ LaViB 7 αὑτοῖς scripsi e Cr αὐτοῖς reliqui libri edd 8 ὑμῖν Vi 15 ὁ τύραννος om CrHVLaViClVa Ferr | τίς LaVa | ἂν om Μ 16 οὖν om Μ inser Va 2 | μὲν om ClVaB 17 τῶν δὲ ἐνοικούντων scripsi καὶ τῶν ἐνοικούντων C edd καὶ τῶν οὖν οἰκούντων CrHV τῶν δὲ οἰκούντων LaViClMVaB et γρ in marg Mor)
29. Ἐδέδοκτο γάρ φησι τῷ δήμῳ πολεμεῖν καλῶς γε ποιοῦντι καὶ δόξης ἐπιθυμοῦντι καὶ οὐκ ἀνεκτὸν ἡγουμένῳ τυράννου χορηγεῖν ἡδο- ναῖς. ἀλλ’ ὥσπερ ὑμῖν ὑπὲρ ἐμοῦ ταῦτα, οὕτως ὑπὲρ ὑμῶν ἐμοὶ ποιεῖν ἃ πεποίηκα προσῆκε. δεῖ γὰρ τὸν δῆμον ἑκάστου τῶν πολιτῶν προβεβλῆσθαι, τοῦ δήμου δὲ ἕκαστον τῶν πολιτῶν μᾶλλον ἢ τῶν αὑτοῦ κήδε- σθαι. ἐπολεμεῖτε ἑκόντες ὑπὲρ τῆς ἐμῆς οἰκίας. ἀπὸ τῆς αὐτῆς τοίνυν οἰκίας ἧκεν ὑμῖν ἡ τοῦ πολέμου λύσις. ἢ καθήμενον ἔδει με τρυφᾶν καὶ πρὸς ἐμαυτὸν λέγειν· ὡς εὐδαίμων γε ὁ παῖς. ὅλη πόλις κακο- παθεῖ καὶ τρίβεται καὶ ἀπόλλυται, ἔνα μηδὲν τοῦτον μήτε μεῖζον μήτε ἔλαττον ἀνιάσῃ; οὐ δῆτα, ἀλλ’ εἶπον πρὸς ἐμαυτὸν ἃ χρὴ καὶ συνεβού- λεῦσα ὧν οὐχ εὕρισκον καλλίω.