Declamatio 42
Libanius
Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
καὶ σὺ τοίνυν μὴ δι’ ὅ γέγονε παρεὶς αὐτὸ λέγε τὸ γεγενημένον μόνον, ἀλλ’ ἔασον τούτους ἀπὸ παντός, ὦ χρηστέ, τὴν ψῆφον ἐπενεγκεῖν. ἂν μὲν τοίνυν ἐπι- δεῖξαι δυνηθῇς ὧς ἐγὼ τὸν ἐμαυτοῦ παῖδα ἐμίσουν καὶ ὑγιαίνοντος ἠχθόμην καὶ ἀρρωστοῦντος εὐφραινό- μην καὶ προσιόντος ἀπεστρεφόμην καὶ παίων καὶ ἄγχων διετέλουν καὶ καταρώμενος αὐτῷ πολλάκις ἐπε- δείχθην πρὶν ἄνδρα γενέσθαι ἀποθανεῖν, εἰ μέν τι τούτων ὁ διώκων αἰτιᾶσθαι δύναιτο καὶ οὐκ αἰτιᾶσθαι μόνον, ἀλλὰ καὶ παρέχεσθαι μάρτυρας, ἀποκτείνατε, κατακόψατε, καταποντίσατε, λόγος οὐδεὶς ἔσται μοι· εἰ δ’ ὂν ζῆν ἐβουλόμην ἀφῃρέθην, ἐλέησον τὸν ἐζημιω- μένον. ποῦ γὰρ ἂν ἔχοι λόγον τὸ μὲν τῆς χειρὸς ἔργον εἰς ἐξέτασιν ἄγειν, ἃ δὲ φρονῶν τοῦτ’ ἔδρων ὑπερπηδᾶν;