Declamatio 42

Libanius

Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

δεινὰ μέν, οἶμαι, καὶ ταῦτα, πολε- μοῦντα ἄνθρωπον ἐλευθερίᾳ καὶ νόμοις τοῖς μετὰ τοΙ τῶν ζῆν αἱρουμένοις ὑπὲρ τοῦ τινος τυχεῖν διαλέγε- σθαι, ὅμως δὲ ἦν ἄν τις αὐτῷ λόγος. ὁ δὲ τί διὰ τῶν πρέσβεων, S rfj καὶ Ἥλιε καὶ πικρὰ τῆς ἐμῆς οἰκίας Μοῖρα; ἐπειδὴ χαίρω μὲν ἐγὼ ταῖς τῶν μειρακίων μίξεσι, τρέφει δέ τις παρ’ ὑμῖν υἱὸν πατὴρ οἶον οὐδένα οὐδεὶς ἐν οὐδεμιᾷ πόλει, καὶ εἶπε τίνα καὶ τίνος, πέμψατέ μοι τὸν νέον πεισόμενον ὅ τι ἂν ἐμοὶ δοκῇ.