Declamatio 39

Libanius

Libanius, Declamatio 39, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ὡς τοίνυν ἐδέδοκτο γαμεῖν, οὐδ’ ἐν τοῖς ἐξῆς ἔστιν εἰπεῖν ὡς ἐγώ τι τοῦτον ἐλύπουν. οὐ γὰρ ὁ μὲν ἑτέραν ἐβούλετο λαμβάνειν, ἐγὼ δὲ ἄλλην οὐδ’ εἰς ἔριν ἦλθον αὐτῷ περὶ τούτων οὐδ’ ἐζυγομάχουν, τοσοῦτον δὲ ἠρόμην μόνον· ἐκ σωφρόνων δέ ἐστιν, ὦ πάτερ, καὶ μεμελέτηκε σωφρονεῖν; ᾔδειν γάρ, ὦ ἄνδρες δικασταί, ὅτι τούτου μὲν τοῦ καλοῦ τος καὶ πενία γυναικὸς καὶ δυσείδεια κοῦφον καὶ ὅ τι ἂν εἴποι τις, ἀπόντος δὲ καὶ πλοῦτος καὶ ὥρα καὶ γένος οὐδὲ μικρὸν εἰς παραμυθίαν μέρος.