Declamatio 37

Libanius

Libanius, Declamatio 37, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἡμεῖς δέ, φιλάνθρωπος γὰρ καὶ πρὸς ἐκείνους ὁ δῆμος, τοὺς ἀπὸ τῶν τειχῶν προτει- νομένους ἠλεήσαμεν παῖδας, τοὺς πολλοὺς τῶν πατέ- ρων ᾠκτείραμεν θρήνους καὶ νεότητος ἐφεισάμεθα δυστυχοῦς ἐξ ἀβουλίας πάλαι θρασυνομένης. γενομέ- νων δὲ τῶν σπονδῶν καὶ τοῦ δήμου λαμπρῶς διὰ τὴν ἐμὴν πάλιν ἀναχωρήσαντος νίκην τρίτος ἡμῖν περὶ δωρεᾶς ἐγίνετο λόγος καὶ ὁ περὶ τοῦ γέρως ἀνεγι- νώσκετο νόμος.

καί τις τῶν ἐν μέσῳ καθημένων τοιούσδε πρὸς ἐμὲ διεξήρχετο λόγους· ἡμεῖς, ὦ γεν- ναιότατε, πολλὰ καὶ καλὰ παθόντες ὑπὸ σοῦ οὐδὲν τέως τὸν σὸν ὠφελήσαμεν οἶκον οὐδὲ δωρεὰν ἔσχες, ἀλλὰ μόνος τῶν ἀριστέων μεγάλα [*](2 βουλομένην Ferr Mor sed in hoc γρ βουλομένης in marg) [*](3 ἡμῖν om Α 4 ὅλος ante ὁ Μ edd delevi 5 ὑμᾶς Α Re 7 παρηγορίαι lacobs Lect | γὰρ om Vi 8 τείχων Η 10 ᾠκτειρήσαμεν ACl | θρόνους Vi 11 πάλιν Cl 12 ποδῶν Α 13 πάλιν διὰ τὴν ἐμὴν ACl | ὑμῖν ACl Va | παρὰ ὢ 14 ἐγίγνετο ViM edd | ὁ om Cl 15 καὶ τίς Vi 16 ποίους δὲ Vi | ἡμεῖς — 17 σοῦ praemissis verbis ὑπὸ πρόθε- σις καὶ ἐπὶ ἀγαθοῦ τίθεται Λιβάνιος citat Andr. Lopad. lex. Vindob. s. v. ὑπὸ p. 179, 1 ed. Nauck 17 καὶ om Lopad 18 ὠφελήσαμεν οἶκον scripsi ex HViAClBVa ὠφελήκαμεν οἶκον Μ ὠφελήκαμεν δόμον edd sed γρ οἶκον in marg Mor 19 ἂν post ἔσχες HViAClBVa sed in hoc ἂν eras)

250
μὲν ἡμᾶς ἐκ τῆς ἀνδρίας, μείζονα δ’ ἐκ τῶν αἰτήσεων ὤνησας τοσαύτην προσθήκην ἀνδρῶν ταῖς τῆς πόλεως παρασχόμενος χρείαις. οὓς γὰρ ἀπατώμενος ὁ πᾶς ἤλαυνε δῆμος, μόνος σωφρο- νῶν ἐπανήγαγες καὶ νῦν τρίτην σοι χάριν ὑπὲρ τρίτης ὀφείλομεν ἀριστείας. οὐκοῦν χρήματα αἴτει. ἀτέλειαν λάμβανε. τὰ χρησιμώτατά σοι λοιπὸν σκόπει τῆς πόλεως δῶρα. πλουτεῖ διὰ σὲ σωμάτων ἡ πόλις. πλουτείτω σοι μᾶλλον καὶ δι’ ἡμῶν χρημάτων ὁ οἶκος.

ἐγὼ δὲ ταῦτα [*](RIV 546) | καὶ πάλαι σκοπῶν καὶ τότε ἀκούσας οὐδὲν μᾶλ- λον τῆς ἐμῆς ἐφρόντιζον οἰκίας οὐδ’ ὅπως πλέον ἔξω τι προὐνοήθην, ἀλλ’ ἀρκοῦντα πλοῦτον νομίζων ὅσα μοι τύχη δικαία καὶ προγόνων εὔλογος δέδωκε κλῆρος, ταῦτα μὲν καὶ τὰ τοιαῦτα διέπτυον, τὸ δὲ λεῖπον τῇ κοινῇ τῆς πόλεως εὐδαιμονίᾳ ζητῶν τῶν δεσμῶν τοὺς παρὰ τὸ οἴκημα ταλαιπωροῦντας ἀφῆκα οὐ τὰς ἐκεί- νων ἀποδεξάμενος πράξεις οὐδὲ δορυφόρους ἔχειν αὐ- τοὺς ἐπὶ τῆς καλῆς τυραννίδος ἐλπίζων ἀλλὰ σκοπῶν, ὅπερ εἰκός, ὡς πονηρὰ φύσις ἀνελπίστου τυχοῦσα συγ- [*](1 ἐκ τῆς ἀνδρείας ἡμᾶς ACl | ἡμᾶς inser Va 2 ὑμᾶς Re | ἀνδρείας HViACl edd | δὲ Vi 2 ἀπαιτήσεων Α 3 παρεχό- μενος Vi 5 τρίτη Cl | σου Α 6 ὀφείλομεν om Η 9 σοι scripsi ex HVi σου AClBVaM edd | „num leg. μᾶλλόν τι δι’ ἡμᾶς?“ Re 10 δὲ om Α 12 οὐδὲ AClBVaM edd | ἕξω τι πλέον ACl 13 τί HViCl | πρῶτον Μ 14 κλῆρος δέδωκε Α Μ 15 τὰ om Vi | ἀπέλεγον Cl ἔλεγον Α 16 δεσμωτῶν Vi) [*](17 περὶ Α 18 αὐτοὺς om H 20 πονηρὰ — 251, 2 τι- μήσαντας praemissis verbis τῆς μελέτης ἐν ᾗ πλούσιος τρίτον ἀριστεύσας καὶ δεσμωτῶν αἰτησάμενος λύσιν ἐπιθέσεως ὑπὸ ῥή- τορος κρίνεται τυραννίδος καὶ ἀπολογεῖται citat Macarius Chry- socephalus fol. 86 v | ἡ ante πονηρὰ Macar | πονηρὰ φύσις om ACl | τυχὼν τίς Α τυχών τις Cl)

251
γνώμης δυσωπεῖται τὴν χάριν καὶ μεταβάλλει τοὺς τρόπους καὶ μετανοεῖν οὐκ ἐᾷ τοὺς τιμήσαντας.

20. Λαβόντος δέ μου καὶ ταύτην παρὰ τοῦ δήμου τὴν χάριν καὶ πολλῶν πάλιν ἀναπεπνευκότων δι’ ἐμὲ πολιτῶν οἱ μὲν ἄλλοι πάντες τὴν ἐμὴν ἐθαύμαζον μεγαλοψυχίαν καὶ τοιοῦτον ἔφασκον οὔπω πολίτην ἰδεῖν, μόνος δὲ ὁ βάσκανος οὗτος περιστρέφει τὰ πράγ- ματα καὶ τυραννίδος ὑποψίαν ἐμβάλλει τὴν ὑπὲρ τῶν ἀτυχούντων σπουδὴν ἔλεγχον τῆς κατὰ τῶν εὐτυχούν- των ἐπιβουλῆς ποιεῖσθαι νομίζων