Declamatio 36

Libanius

Libanius, Declamatio 36, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

33. Ἀλλ’ εἰ μὴ παρὰ τοῖς νόμοις, ἐν τῷ ψηφίσματι τῆς δωρεᾶς δεῖξον διειρημένον· μὴ φαινέσθω δὲ ἐπ’ ἐκκλησίας ὁ πένης μηδὲ ὀδυρέσθω τὸ πάθος μηδὲ ἀλγείτω τῇ συμφορᾷ. ἀλλὰ τούτων γε οὐδὲ ὁ δυσμενὴς καὶ μηδὲν ὀκνῶν ἀπεστέρει. σὺ δὲ ἡμῖν βαρύτερος ἀναφαίνῃ τοῦ πλουσίου.

ἔτι τοίνυν, εἰ μὲν ἀπαθὴς ὢν καὶ μηδὲν ἔχων στένειν ἐξεπίτηδες ἐδάκρυσεν ἀνερεθίζων τὸν δῆμον, αὐτὸς ἂν ἐμεμφόμην, αὐτὸς ἂν ἐγραφόμην· νῦν δὲ οὐδ’ εἰ σφόδρα πειρῷτο, μὴ θρηνεῖν εὔπορον, ἀλλ’ ἐπὶ τῆς γλώττης τὸ πάθος κείμενον κινεῖ τὴν τῶν δακρύων φοράν. μὴ γὰρ εἰς [*](RIV 717) παράδειγμα καταφεύγειν | ἔστι τῷ ῥήτορι καὶ τυχεῖν ἐξ ὁμοίων ῥᾳστώνης;

οὐ παῖδα ἀποβέβληκεν, οὐκ ἀτιμίαν κατέγνωσται, ταῦτα δὴ τὰ τοῖς πολλοῖς [*](10 συγγνώμη La s) [*](1 καὶ ante τὰ L | τἄλλα ClPar | δ’ LaVi II ClPar 2 ποιεῖς Mor sed γρ ποιεῖν εἰς in marg 5 μὲν Vi | παρὰ La sed ambo ἁ in ras f „malim παρὰ τοὺς νόμους (scil. γέγονε τὸ γενόμενον ὑπὸ τοῦ πένητος, id est τὸ ἐλθεῖν εἰς τὴν ἐκκλησίαν καὶ τὸ δακρύσαι,) ἔν γε τῷ ψηφίσματι τῆς δωρεᾶς δεῖξον διειρη- μένον“ Re 6 διειρημένον scripsi auctore Re coU t. VI 254,3 εἰρημένον Μ διῃρημένον reliqui libri edd | φαινέσθω La sed ι inser f | δὲ om LaVi II Par 7 μὴ δὲ LViClBVa μὴ δ’ La Vi II Par 8 μὴ δὲ MLViBVa μὴ δ’ La Vi II Cl Par | οὐδὲ om ClPar 9 „post δυσμενὴς videtur ἐκεῖνος deesse“ Re | οὐκ ἀπεστέρει inser Cl 10 βαρύτερα Vi sed βαρύτερος in marg m2 | ἔστι Mor 12 ἂν ἐρεθίζων LVi ἐρεθίζων Cl | ἐγραφόμην L 13 ἐμεμφόμην L | δ’ MClPar edd | πειρᾶτο Οἶ’ 14 μὴ om Vi | εὔκολον Β et γρ in marg Va 17 ῥᾳστώνην LMon) [*](18 „malim ἀτιμίᾳ“ Re | τοῖς om LaVi II Cl Par)

223
συμβαίνοντα, οὐ τὴν χεῖρα ἀπεκόπη κατὰ ψήφισμα τοῦ δήμου καὶ παραμυθεῖται τῇ γλώττῃ τὸ πάθος, ἀλλ’ ᾧ τῶν ἀλόγων ζώων διαφέρομεν, τῷ χρῆσθαι λόγῳ πρὸς ἀλλήλους, τοῦτο εἰς ἑτέρου τέρψιν ἀπολώλεκε. καὶ νῦν ἔστηκεν ἴσα τοῖς λιθίνοις ἄφωνος ὁ πρῴην ἐπὶ τοῦ βήματος ῥέων. τί καὶ χρὴ καλέσαι τὸν ἄνθρωπον; ἡ μὲν τέχνη κελεύει ῥήτορα, ἡ γλῶττα δὲ οὐκ ἐᾷ.

οὐ γέγονεν ἐλεεινότερον πάθος ἐκ τοῦ παντὸς αἰ- ῶνος. σπουδάζων περὶ τὸν δῆμον κολάζομαι καὶ τῇ φωνῇ τὸ κοινὸν ὠφελῶν τῆς φωνῆς ἀπο- στεροῦμαι καὶ γίγνεταί μοι τῆς εὐνοίας ἀμοιβὴ σιωπὴ καὶ τέμνομαι τὴν γλῶτταν ἐχθροῦ κε- λεύοντος πλουσίου. πᾶν μὲν γὰρ ἀφόρητον ἐμοὶ καὶ τὸ σμικρότατον, ὅταν ὁ λυπῶν ᾖ δυσμε- νής, εἰς γλῶτταν δὲ ζημιούμενος τί χρήσομαι;

37. πρόσθες δὴ καὶ τὸν ῥήτορα. καὶ γὰρ τούτῳ πλεῖ- στον διαφέρει. ὁ γὰρ ῥήτωρ οὐδέν ἐστιν ἕτερον ἢ φωνή. καὶ κουφοτέρα τῷ τοιούτῳ συμφορὰ τὸ τοὺς [*](6 ἐνθύμημα ἁ La s) [*](1 ἀπεκόπη κατὰ Vi sed η κατὰ inser m 2 | καταψήφισμα όμεθα Vi II 3 διαφέρομαι Vi 4 ἀπολώλεκεν Va 5 ἶσα ClPar Va | λιθίνοις scripsi e LaVi sed in hoc λίθοις in marg m 2, Vi II Cl Par sed in hoc λίθοις suprascr, et γρ in marg Mor cum lacobsio Ach T 816 et Anth Pal III 674 λίθοις ML sed in hoc λιθίνοις in marg, Β edd | πρώην Cl Va πρὶν LaVi II 6 τί καὶ scripsi e Vi II Bva et γρ in marg Mor τί ViClPar καὶ τί edd | καὶ ante καλέσαι ClPar 7 δ’ ClPar 8 τοῦ om Vi | παρόντος BVa 9 παρὰ Vi sed περὶ in marg m 2 11 γίνεταί LLaVi II Va 12 καὶ om Vi 14 ὅτ’ ἂν La 15 τί χρήσομαι] „scil. ἐμαυτῷ nisi hoc addendum est“ 16 δὲ LBVa sed in hoc ὴ supra ε m 2, et in marg Vi 2 | καὶ ante τούτῳ LClPar | τοῦτο Μ sed e τούτω corr y, Par τοσούτω Vi II | πλεῖστον La sed in πλείστων corr p πλείστω Vi II 17 ἕτερόν ἐστιν LaVi II ClPar 18 τὸ τοὺς] τότε LaViVi II Par BVa et γρ in marg Mor τό γε Μ Mor)

224
ὀφθαλμοὺς ἢ τὴν γλῶτταν ζητεῖν. ὁ μὲν γὰρ ἰδιώτης ἴσως οἴσει μετρίως, οὐ γὰρ ἐν τῇ φωνῇ τὴν εὐδοξίαν κέκτηται, ῥήτορα δὲ στερῆσαι τῆς γλώττης ἴσον ἐστὶ καὶ χειρῶν παλαιστήν.

θαυμάζεις οὖν εἰ δακρύει ῥήτωρ ἄφωνος; ἄλλο γάρ τι τούτῳ νομίζεις εἶναι τὸν βίον ἢ τὸ δακρύειν; οἴκοι θρηνεῖ πρὸς ἑκάστην χρείαν νεύματι χρώμενος. ἐπ’ ἀγορᾶς θρηνεῖ τοὺς γνωρίμους προσφωνεῖν οὐκ ἔχων. καὶ τί θαῦμα τὸν πεπονθότα δακρύειν, εἰ ἡμεῖς πρὸς τὴν θέαν τοῦ ῥήτορος εἰς δάκρυα πίπτομεν;

ἐδάκρυσε ποθῶν τὴν φωνήν. τί καινόν; ἕκαστος τοῖς παροῦσιν ἀφθόνως χρῆται, τού- [*](RIV 718) τῳ δὲ οὐ γεγηθέναι | πάρεστιν. εἰ γὰρ καὶ μὴ πρότερον ἐδάκρυσεν, οὐκ ἂν ἐκίνησεν ἡ ἐκκλησία τὸν ὀδυρμόν; εἶδεν ὁ ῥήτωρ τὰ παλαιὰ παιδικά, βῆμα καὶ προέδρους, συμβούλους καὶ δῆμον, ἐπιστάτην καὶ πρυ- τάνεις, εἶδεν αἴροντα τὴν χεῖρα τὸν ἐχθρόν, ᾔσθετο [*](15 cf. p. 51, 12 sq.) [*](3 ἐργασία ἀπὸ τοῦ ὁμοίου La s 12 τὰ <τῆς> ἀπ’ ἀχρηστίας La s) [*](1 τὴν om Μ | γλῶσσαν Β edd 2 ἴσως om Par 3 στε- ρῆσαι reposui e libris στερεῖσθαι edd | τῆς om LLaViVi II Cl ParVa | γλώσσης Vi | ἶσον LaClVa 5 siguum interrogationis posui e MViVi II Par punctum LLaBVa edd comma Cl | γὰρ τί ClPar | καὶ τοῦτο ante νομίζεις Vi | τούτῳ νομίζεις Par sed τούτω e του corr m 2 τούτου (sed ω supra ου) νομίζεις La τοῦτο νομίζεις Cl νομίζεις τούτῳ MLB Re 6 θρηνεῖν Par) [*](8 ἔχε Va | θαυμαστὸν ClVi sed in hoc θαῦμα τὸν in marg m 2, Par 9 εἰ om ClPar 10 ἐδάκρυε La sed ε in ras 2 litt, Cl ἐδάκρυ’ Vi II ἐδάκρυες Par sed ες in σε corr m 2 11 γὰρ post ἕκαστος LMon 12 καὶ om Re 13 ἐδάκρυεν LaVi sed in hoc ἐδάκρυσεν in marg m 2, Vi II ParBVa 15 καὶ ante συμβούλους Μ Mor)

225
λαρυγγίζοντος, ᾔσθετο τοῦ κήρυκος βοῶντος· τίς ἀγο- ρεύειν βούλεται; καὶ ζητῶν τὴν φωνὴν οὐχ εὗρεν. ἀντέθηκεν οὖν πρὸς τὴν ἔμπροσθεν ῥητορείαν τὴν παροῦσαν σιγὴν καὶ φανερώτερον εἶδε τὴν αὑτοῦ συμφορὰν ἐν τῇ δημηγορίᾳ τοῦ πλουσίου καὶ σχῆμα θεώμενος ἐν ᾧ ποτε καὶ αὐτὸς ἠγάλλετο μνήμη τῶν πρεσβυτέρων ἐπλήγη τὴν ψυχήν.

εἴ τῳ σταδιοδρό- μῳ πηρώσας τὸ σκέλος εἶτ’ ἄγοις αὐτὸν ἐπὶ θέαν δρό- μου, πρὸς τὸ στάδιον ὁμοῦ καὶ τὸ σκέλος ἰδὼν πολλὰ τῶν δακρύων ἀφήσει. εἰ γενναίῳ στρατηγῷ τὴν δεξιὰν ἀποκόψας ἄγοις ὀψόμενον μάχην, παραθεὶς τῷ τῶν δοράτων ἔργῳ τὴν ἀπουσίαν τῆς χειρὸς οὐκ οἴσει τὴν ὄψιν ἀδακρυτί. καὶ ζωγράφῳ τοὺς δακτύλους λυμηνά- μενος εἰ πίνακα δείξαις, μνήμῃ τῆς τέχνης εἰς ὀδυρ- μὸν ἐμπεσεῖται. δύναται γὰρ καὶ τόπος καὶ σκεῦος καὶ πρᾶξις παλαιᾶς εὐτυχίας ἀναμνῆσαι, τοῦτο δὲ ἐπάγει τὰ δάκρυα.