Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἐμὲ δὲ καὶ δι’ αὐτὸ τοῦτο δεῖ τελευτᾶν, | ὅτι [*](RIV 229) μηδὲ τῶν λόγων τῆς ἐμῆς ὑμεῖς ἀνέχεσθε τελευτῆς. πῶς γὰρ ἂν τὴν εὔνοιαν ὑμῶν ἀμειψαίμην ἱκανῶς, εἰ μὴ θνήσκειν ἐπιθυμοίην τῶν περὶ τὸν σῖτον χεῖρον ἐχόντων ὑμῖν; ἵνα δὲ μηδεὶς ἐμοῦ τετελευτηκότος τολμᾷ λέγειν ὡς ἦν μὲν εὔνους τοῖς πράγμασιν ἀνὴρ ἐκεῖνος, περὶ ἐμοῦ δὴ λέγων, πικρὸς δὲ ἄλλως καὶ φιλαπεχθήμων καὶ τοῖς πλουτοῦσι φθονῶν καὶ τὰ οὐκ ὄντα διαβάλλων, ἐντεῦθεν ἄξιον ποι- ήσασθαι τὴν ἀρχήν.