Declamatio 35

Libanius

Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

31. Ἀλλ’, (6 βέλτιστε καὶ στήσας ἀπ’ ἐμοῦ τρό- παιον, ἀναστὰς ἐνταῦθά μοι πάντων ἀκουόντων ὁμο- λόγησον ἦ μὴν ἐμοῦ πιόντος τὸ κώνειον εὐθὺς οἴσειν τὰς τροφάς. δέδοικα γάρ, ὦ βουλή, δέδοικα μὴ ἐμοῦ κειμένου ζυγομαχῇ πρὸς ὑμᾶς οὗτος ὡς οὐδὲν ὀφείλων τῇ πόλει· οὐ γὰρ αἰτήσας τυχεῖν.