Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἀλλ’ οὐδεὶς οὐδὲν ἐρεῖ τοιοῦτον, οὐ παῖς, οὐκ ἀνήρ, οὐ γύ- ναιον, οὐ γέρων. ἴσως. ἀλλ’ ἐστιν, ὦ βουλή, καὶ σιωπῶντα στένειν. αἴτιον οὖν ἐμὲ τοῦ στένειν εἶναί τισι τὸν αἴτιον τῶν μεγίστων ἀγαθῶν ἐν τοῖς ἔμ- πρόσθεν χρόνοις; σβεσθήτω τοίνυν τὸ παρὸν κακὸν ἑνὸς πολίτου θανάτω.