Declamatio 35

Libanius

Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τῷ μὲν δήμῳ πολλὴ χάρις, ὦ βουλή, μηδ’ RIV 227 ὑπὸ τῆς παρούσης συμφορᾶς ἀμνημονῆσαι βιασθέντι 6 τῆς ἐμῆς εἰς τὴν πόλιν παρὰ πάντα τὸν χρόνον εὐ- νοίας, οὐ γὰρ ἐδέξατο σῖτον ἐπ’ ἐμοὶ τοῦ πλουσίου διδόντος, ἀλλ’ ἐνὸν αὐτῷ σῶμα ἓν προέμενον ἀπηλ- λάχθαι τῆς δυσκολίας μᾶλλον εἴλετο πεινῆν ἢ ποιῆσαί 10 τι τῶν οὐ καλῶν· ἐγὼ δὲ οὔτε τότε ἀντερῶν ἀνέστην τῷ πλουσίῳ καίτοι λόγους ἔχων ἀφθόνους, ἀλλ’ ἀνέ- μενον καθήμενος τὰ δόξοντα τῷ δήμῳ φέρειν ἐγνωκὼς [*](Cr = Codex palimpsestus Hierosolymitaiius S. Crucis 57) [*](Η = Hierosolymitanus S. Sepulcri 107) [*](V = Vaticanus gr. 940) [*](Β = Barberinus 11 41 (Vat. Barb. 220)) [*](Μ = Marcianus gr. 439) [*](Va = Vatieanus gr, 82) [*](5 πραγματική Μ μελέτη πραγματική edd) [*](2 ἐκδιδοίη scripsi e VBVa ἐκδοίη Μ edd 3 ἀποθνή- σκειν Β 5 μὴ δ’ BVa 6 ἀπὸ Β 7 περὶ Va 9 σῶμα ἓν om Β 11 ἀντέστην V 12 καίτοι] καὶ τοὺς Va τοὺς Β | πλουσίους Μ Mor 13 δόξοντα scripsi auctoribus Re et Cobeto Coll 285 δόξαντα libri edd et defendit lacobsius Lect 100, φέρειν vero perperam interpretatur: „sedebam eocspectatis, quam sententiam populo ferre placuisset“)

186
<καὶ> τι ἂν ᾖ ποιεῖν, νῦν τε ἥκω πρὸς ὑμᾶς αἰτήσων διὰ κωνείου θάνατον παρὰ μὲν τοῦ δήμου τετυχηκὼς ἀμοιβῆς οὐ μικρᾶς τῷ τὸν ἐχθρὸν ἰδεῖν ἁμαρτόντα τε τῆς πείρας καὶ καταβάντα μετ’ αἰσχύνης ἀπὸ τοῦ βή- μάτος, νομίζων δὲ ἐμαυτῷ πρέπειν τελευτὴν ἑκούσιον.

2. οὕτω γὰρ ἂν εἴην δύο κερδάνας, ἐπὶ μὲν τῆς ἐκ- κλησίας τοῖς ἐκεῖ δόξασι κοσμηθείς, ἐν δὲ τῷ βουλευ- τηρίῳ λύων ἐμαυτῷ τὴν ἐπὶ τοῖς παρελθοῦσι λύπην. δεῖ γάρ με σώζεσθαι μὲν ὑπὸ τῆς πόλεως πανταχοῦ, [*](RIV 228) | αὐτὸν δὲ μὴ δύνασθαι ζῆν ἐν οὕτω πραττούσῃ τῇ πόλει.

ἦν μὲν οὖν τύχης ἀμείνονος πρὶν ἢ συμ- βῆναι τῇ πόλει δυσχερές τι κεῖσθαί με μηδενὸς τῶν νῦν ἐπαισθανόμενον ἀηδῶν· ἐπεὶ δὲ εἵμαρτό με πολύν τινα χρόνον εὐδαιμονήσαντα ἄντα μεθ’ ὑμῶν ἐπιδεῖν ἃ μή ποτε ὤφελον, τὸν μὲν δῆμον ἐν ἀπορίᾳ τροφῆς, τὸν πλού- σιον δὲ ἐν τῇ τοῦ πάντα αἰτεῖν ἐξουσίᾳ, τοσοῦτον γοῦν ἐμαυτῷ χαριοῦμαι, τὸ μὴ μακρὰν ἐᾶσαί μοι γε- νέσθαι τὴν δυστυχίαν.