Declamatio 35

Libanius

Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τῷ μὲν δήμῳ πολλὴ χάρις, ὦ βουλή, μηδ’ RIV 227 ὑπὸ τῆς παρούσης συμφορᾶς ἀμνημονῆσαι βιασθέντι 6 τῆς ἐμῆς εἰς τὴν πόλιν παρὰ πάντα τὸν χρόνον εὐ- νοίας, οὐ γὰρ ἐδέξατο σῖτον ἐπ’ ἐμοὶ τοῦ πλουσίου διδόντος, ἀλλ’ ἐνὸν αὐτῷ σῶμα ἓν προέμενον ἀπηλ- λάχθαι τῆς δυσκολίας μᾶλλον εἴλετο πεινῆν ἢ ποιῆσαί 10 τι τῶν οὐ καλῶν· ἐγὼ δὲ οὔτε τότε ἀντερῶν ἀνέστην τῷ πλουσίῳ καίτοι λόγους ἔχων ἀφθόνους, ἀλλ’ ἀνέ- μενον καθήμενος τὰ δόξοντα τῷ δήμῳ φέρειν ἐγνωκὼς [*](Cr = Codex palimpsestus Hierosolymitaiius S. Crucis 57) [*](Η = Hierosolymitanus S. Sepulcri 107) [*](V = Vaticanus gr. 940) [*](Β = Barberinus 11 41 (Vat. Barb. 220)) [*](Μ = Marcianus gr. 439) [*](Va = Vatieanus gr, 82) [*](5 πραγματική Μ μελέτη πραγματική edd) [*](2 ἐκδιδοίη scripsi e VBVa ἐκδοίη Μ edd 3 ἀποθνή- σκειν Β 5 μὴ δ’ BVa 6 ἀπὸ Β 7 περὶ Va 9 σῶμα ἓν om Β 11 ἀντέστην V 12 καίτοι] καὶ τοὺς Va τοὺς Β | πλουσίους Μ Mor 13 δόξοντα scripsi auctoribus Re et Cobeto Coll 285 δόξαντα libri edd et defendit lacobsius Lect 100, φέρειν vero perperam interpretatur: „sedebam eocspectatis, quam sententiam populo ferre placuisset“)

186
<καὶ> τι ἂν ᾖ ποιεῖν, νῦν τε ἥκω πρὸς ὑμᾶς αἰτήσων διὰ κωνείου θάνατον παρὰ μὲν τοῦ δήμου τετυχηκὼς ἀμοιβῆς οὐ μικρᾶς τῷ τὸν ἐχθρὸν ἰδεῖν ἁμαρτόντα τε τῆς πείρας καὶ καταβάντα μετ’ αἰσχύνης ἀπὸ τοῦ βή- μάτος, νομίζων δὲ ἐμαυτῷ πρέπειν τελευτὴν ἑκούσιον.

2. οὕτω γὰρ ἂν εἴην δύο κερδάνας, ἐπὶ μὲν τῆς ἐκ- κλησίας τοῖς ἐκεῖ δόξασι κοσμηθείς, ἐν δὲ τῷ βουλευ- τηρίῳ λύων ἐμαυτῷ τὴν ἐπὶ τοῖς παρελθοῦσι λύπην. δεῖ γάρ με σώζεσθαι μὲν ὑπὸ τῆς πόλεως πανταχοῦ, [*](RIV 228) | αὐτὸν δὲ μὴ δύνασθαι ζῆν ἐν οὕτω πραττούσῃ τῇ πόλει.

ἦν μὲν οὖν τύχης ἀμείνονος πρὶν ἢ συμ- βῆναι τῇ πόλει δυσχερές τι κεῖσθαί με μηδενὸς τῶν νῦν ἐπαισθανόμενον ἀηδῶν· ἐπεὶ δὲ εἵμαρτό με πολύν τινα χρόνον εὐδαιμονήσαντα ἄντα μεθ’ ὑμῶν ἐπιδεῖν ἃ μή ποτε ὤφελον, τὸν μὲν δῆμον ἐν ἀπορίᾳ τροφῆς, τὸν πλού- σιον δὲ ἐν τῇ τοῦ πάντα αἰτεῖν ἐξουσίᾳ, τοσοῦτον γοῦν ἐμαυτῷ χαριοῦμαι, τὸ μὴ μακρὰν ἐᾶσαί μοι γε- νέσθαι τὴν δυστυχίαν.

καὶ οἶδα μὲν ὡς τὸ αὐτὸ τὴν μὲν ἀναιρεῖ συμφοράν, τὴν δὲ ποιεῖ. τὸ μὲν γὰρ μὴ καθορᾶν τὸν λιμὸν κακόν τι διαφυγόντος ἂν εἴη, τὸ δὲ μὴ καθορᾶν τὸν δῆμον μηδὲ τὴν προτέραν ἐκεί- νην πολιτεύεσθαι πολιτείαν οὐδεμιᾶς ἐλάττων ζημία δημαγωγῷ. οὐκοῦν ἐπειδὴ δυοῖν ἀθυμίαιν οὐκ ἔνι [*](1 καὶ inserui om libri edd | ὅ τι scripsi ὅτι libri edd | ἢ Va Ι „malim ποιεῖν abesse“ Re | τὸν διὰ τοῦ (om Μ Mor) αἰτήσων θάνατον MVa Mor 2 περὶ Va | θείου V 8 παροῦσι lacobs Add 5 Anth Pal III 508 10 αὐτὸν Μ 11 πρινὴ Μ Va edd 13 ἐπαισθόμενον Β | τινα om VBVa 14 μεθυμῶν Β 15 ὤφελον V sed ε in ras m 2 ὄφειλον Μ ὤφειλον edd 16 ταῦτα 17 ἐᾶς αἰ libri edd 21 μὴ δὲ ΜΒ Va 22 οὐδὲ μιᾶς Va | ἐλάττων ζημία scripsi ἐλάττω ζημίας libri ἐλάττω ζημία edd 23 οὐκοῦν scripsi e MVa οὐκ οὖν edd ἀλλ’ οὖν VB I ἐπεὶ MVa edd | ἀθυμίαις Μ)

187
θατέρᾳ μὴ πάντως περιπεσεῖν, αἱρήσομαι τοὔλαττον κακόν. ἔστι γὰρ ἐμοὶ βαρύτερον τοῦ μηκέθ’ ἅπτεσθαι τῶν κοινῶν τὸ οὕτως ἐχόντων ὡς ἔχει προεστάναι.

5. Θαυμαστὸν μὲν οὖν οὐδέν, ὦ βουλή, τὸ μήθ’ ὑμᾶς ἀδακρυτὶ τοιούτων ἀκούειν λόγων μήτε τοὺς πολλοὺς τουτουσὶ πένητας οἳ δεῦρ’ ἥκουσιν ἑτέραν μὲν ἀκούσεσθαι προσδοκῶντες γνώμην, ἴσως τινὰ περὶ τῶν παρόντων δυσχερῶν, ἑτέραν δὲ ἀκούοντες, δεήσεις περὶ θανάτου καὶ τοῦ δεῖν ταύτην μοι τὴν ἡμέραν πέρας γενέσθαι τοῦ βίου. τὸ γὰρ πολλοὺς μέν μοι συνειδέναι πόνους, πολλὰς δὲ φροντίδας, πολλοὺς δὲ ἀγῶνας ὑπὲρ σωτηρίας τῶν ὅλων, τοῦτ’, οἶμαι, ποιεῖ μὴ μετρίως φέρειν, εἰ γνώμης οὐ φαύλης στερήσεσθε.

ἐμὲ δὲ καὶ δι’ αὐτὸ τοῦτο δεῖ τελευτᾶν, | ὅτι [*](RIV 229) μηδὲ τῶν λόγων τῆς ἐμῆς ὑμεῖς ἀνέχεσθε τελευτῆς. πῶς γὰρ ἂν τὴν εὔνοιαν ὑμῶν ἀμειψαίμην ἱκανῶς, εἰ μὴ θνήσκειν ἐπιθυμοίην τῶν περὶ τὸν σῖτον χεῖρον ἐχόντων ὑμῖν; ἵνα δὲ μηδεὶς ἐμοῦ τετελευτηκότος τολμᾷ λέγειν ὡς ἦν μὲν εὔνους τοῖς πράγμασιν ἀνὴρ ἐκεῖνος, περὶ ἐμοῦ δὴ λέγων, πικρὸς δὲ ἄλλως καὶ φιλαπεχθήμων καὶ τοῖς πλουτοῦσι φθονῶν καὶ τὰ οὐκ ὄντα διαβάλλων, ἐντεῦθεν ἄξιον ποι- ήσασθαι τὴν ἀρχήν.

7. Ἐμοὶ γὰρ ἦν, ὦ βουλή, πατὴρ καὶ πένης καὶ [*](1 θατέρω παντὸς μὴ Β 2 μὴ καθάπτεσθαι VBVa 4 μὲν om Β 6 voce τουτουσὶ inc CrH τούτους V | ἥκουσιν scripsi e Β ut coni Re ἥκασιν CrHVMVa edd 7 „post γνώμην videtur adiectivum aliquod deesse, e. c. εὔελπιν. nisi utroque loco pro ἑτέραν legamus ἕτερα in tieutro plur. id quod etiam malim“ Re 11 μυρίους CrHV 13 μὴ om Va 15 μὴ δὲ CrHBMVa 16 ὑμῶν τὴν εὔνοιαν BMVa Re 1 καλῶς BMVa Mor)

188
δημοτικός. ἄγων δέ με ἐπὶ τὴν αὐτὴν ὁδὸν ἔλεγε καὶ παρῄνει πολλάκις μήτε γῆν μήτε βοσκήματα μήτε ναυ- κληρίαν, μὴ χρυσόν, μὴ ἄργυρον, μὴ τὸν βασιλέως πλοῦτον μείζω ποτὲ νομίσαι τῆς ἀπὸ τοῦ τὸν δῆμον ἀγαπᾶν τε καὶ φιλεῖν εὐκλείας. τοῦτο δὲ ἔφασκεν ἔσεσθαι καλῶς, εἰ τοῖς εὐποροῦσι καὶ τὴν ἰσηγορίαν οὐ φέρουσι προσκρούειν ὑπὲρ τῶν κοινῶν ἐθέλοιμι μᾶλλον ἢ μετ’ ἐκείνων κακουργεῖν τὴν πολιτείαν.

γε- νόμενος δὴ τοιαύτης κληρονόμος τάξεως ἐπειρώμην μὴ χείρων τῆς παιδείας ἢν ἐπαιδεύθην φαίνεσθαι καὶ τὰ μὲν ὄντα μοι τὰ μικρὰ μένειν εἴων ἐν ᾧπερ ἦν καὶ οὐδεπώποτε κατ’ ἐμεμψάμην τὴν πενίαν, τῶν δὲ πλου- σίων τοὺς μὲν ἐν δημοκρατίᾳ δυναμένους πλουτεῖν ἐπῄνουν καὶ πολλοὺς ἂν αὐτῶν ἀριθμῆσαι δυναίμην ἁ ἐμαυτοῦ φίλους, τὸν δὲ ἄνθρωπον τοῦτον τὸν μόνον ἔχοντα σῖτον αἰσθόμενος κρείττονα εἶναι τῶν καθεστώ- των βουλόμενον ἠχθόμην, ὁμολογῶ.

καί, νὴ Δία γε, ἐφοβούμην μὴ τὸν δῆμον τοῦ κρατεῖν ἐκβαλὼν αὐτὸς ἡμῖν ἀντ’ ἐκείνου γένηται. καὶ διετέλουν παρα- τηρῶν τί πράττει, τί μέλλει, τί λέγει, τί γράφει, [*](RIV 230) προσπέμπων τε αὐτῷ τῶν ἐπιτηδείων | τινὰς ἐκέ- λευον σωφρονεῖν. ὁ δὲ ἠγανάκτει καὶ μισθούμενος τοὺς κακῶς με ποιήσοντας εἰσήγγελλε δι’ ἐκείνων, [*](6 ἱκανῶς coni Re | γρ τὴν τῶν νόμων ἰσηγορίαν in marg Mor perperam, ut videtur, e τῶν νόμων l. 7 ad τῶν κοινῶν adscripto 7 ὑπὲρ τῶν κοινῶν om Mor 1 νόμων BMVa 9 δὲ ΒΜ Mor 10 ἐπαιδευό(??) Va 12 οὐδὲ πώποτε VM Va οὐδὲ πώποτε Η 16 αἰσθόμενος scripsi e CrHBVa αἰσθανόμενος VM edd 18 ἐκβαλὼν τοῦ κρατεῖν BMVa Mor) [*](19 „circa γένηται deesse videtur δεσπότης“ Re cui recte la- cobsius Lect et Gasda oblocuti sunt 20 μέλλει Va sed λ(2) eras μέλει Μ Re 23 μεταποιήσοντας Β)

189
ἐγράφετο, ἔκρινε.

κἀγὼ μὲν ὑπό τε τῆς ἀληθείας καὶ τῶν νόμων ἐσωζόμην, τῷ δὲ ὁ μισθὸς ἀπώλλυτο. γνοὺς τοίνυν ὧς οὐδαμοῦ τοσούτους εὑρήσει συκο- φάντας, ὅσοι δύναιντ’ ἂν γενέσθαι τῶν πραγμάτων ἰσχυρότεροι, εἶδεν ὡς μία μόνη λείπεται πρὸς τοῦτο μηχανὴ τῇ πόλει μὲν ἀκαιρίαν περιστῆσαι, τὸ δὲ πρὸς ταύτην δύνασθαι βοηθεῖν αὑτοῦ ποιῆσαι, ἔν’ ὁ δῆμος τῷ χρῄζειν τῆς ὠφελείας ἀντιδῷ τι τῶν ἐκείνῳ δο- κούντων.

τί οὖν ποιεῖ; χρήματα πολλὰ ἔχων συν- εωνεῖτο σῖτον παρά τε τῶν ἐμπόρων καὶ τῶν ἐν τῷ γεωργεῖν ὅσον πλεῖστον. καὶ οὐκ ἦν ὡς εἰπεῖν οὐδὲ τὸ σμικρότατον ἑτέρῳ πρίασθαι, ἀλλ’ οἱ τοῦ πλουσίου τούτου πανταχοῦ, ἐν τοῖς λιμέσιν, ἐν τοῖς ἀγροῖς, ἐν μέση τῇ πόλει, τρέχοντες ἐπρίαντο πᾶν τὸ φαινόμενον οὐδὲ μέδιμνον παριέντες.

ὡς δὲ ἦν αὐτῷ μεστὰ πυρῶν τὰ ταμιεῖα καί τι παρὰ τῶν ὡρῶν ἀντέκρουσεν, ἐνταῦθα ἤδη διακαλύπτει τὸ σόφισμα καὶ ἐφ’ ὅτῳ πάντ’ ἐκεῖνα ἔπραττεν ὁμολογεῖ. συνειλεγμένων γὰρ ὑμῶν εἰς ἐκκλησίαν καὶ περὶ τούτων σκοπουμένων φθάσας τοὺς οὐδεπώποτε ἡμᾶς, ὦ βουλή, προεμένους [*](2 καὶ om BVa 6 λείπεται μόνη Β | μόνη om Va 7 αὐτοῦ HVVa edd scriptura in Cr incerta 8 χρήζειν Η BVa I τί HVa 11 ὡσειπεῖν Β 12 πρίασθαι reposui e libris cum Cobeto Misc 156 πριᾶσθαι edd 14 ἐπρίαντο scripsi ut coni Re et Cobetus 1. 1. ἐπριῶντο libri edd | πᾶν τὸ φαινόμενον scripsi e CrHV τὸ φαινόμενον πᾶν BMVa edd 15 μεθιέντες Μ sed γρ παριέντες in marg, Va et γρ in marg Mor | μεστὰ αὐτῷ MVa Mor μετ’ αὐτοῦ Β 16 σίτων Β | τὰ om Β | ταμιεῖα scripsi e CrHVVa ταμεῖα ΒΜ edd | καίτοι Η V „malim καὶ τὰ“ Re | καὶ ante παρὰ CrHV 18 ὁμολογεῖ scripsi ὡμολόγει libri edd 19 ἡμῶν HV 20 τοὺς οὐδε- πώποτε ἡμᾶς, ὦ βουλή, προεμένους ῥήτορας scripsi οὐδέπω ποτὲ ἡμᾶς ὑμᾶς Cr sed υ incertum), ὦ βουλὴ, προεμένους ῥήτορας CrHVVa οὐδὲ πώποτε ὑμᾶς προεμένους ὦ βουλὴ ῥήτορας Β οὐδέν πω τοὺς ῥήτορας ἡμᾶς προεμένους προειμένους edd) Μ edd sed τοὺς οὐδεπώποτε ὑμᾶς, ὦ βουλή, προεμένους ῥήτορας coni Re ῥῆμα pro ἡμᾶς scribendum coni Cobetus Coll 285 coll p. 197, 1 perperam)

190
ῥήτορας τί ζητεῖτε, φησί, τροφάς; ποῦ νῦν εἰσιν οἱ δημαγωγοὶ οἱ κακῶς ἡμᾶς λέγοντες τοὺς πλουσίους; λυσάτωσαν τοῖς πολλοῖς λόγοις αὑ- τῶν τὴν συμφοράν. ἀθύμως δὲ ὑμῶν πρὸς τοῦτο διατεθέντων ἀλλ’ οὐδὲν δεῖ δεδιέναι, φησίν. ἐγὼ γὰρ ἐκεῖνος ὁ μισόδημος σίτου τήμερον ὑμῖν ἐμπλήσω τὴν ἀγοράν.

ἐπὶ τούτοις ἐκρότουν ἐγὼ καὶ βελτίω τὸν ἄνθρωπον ἡγούμην γεγονέναι καὶ φιλό- [*](RIV 231) τῖμον | αὐτὸν ἔμελλον καὶ μεγαλόψυχον προσερεῖν. εἰ γὰρ καὶ τιμωρίας ἦν ἄξιος τῷ τὸν λιμὸν εἰσαγαγεῖν, ἀλλ’ ὅμως ᾤμην δεῖν τὴν ἐπ’ ἐκείνοις αἰτίαν ἀφιέναι τουτοισὶ τοῖς ὕστερον. ὁ δὲ ἦν ὁ αὐτὸς ἢ καὶ χαλε- πώτερος. ἡγουμένων γὰρ ὑμῶν ἐπίδοσιν εἶναι τὸ πρᾶγμα καὶ ψυχῆς ἐπισταμένης εὖ ποιεῖν τὴν ἑαυτοῦ τιμῆς εὐθὺς ὥσπερ τις κάπηλος ἐμέμνητο πρὸς ὑμᾶς, ὡς μὲν αὐτὸς ᾤετο, μικρᾶς, σώματος ἑνὸς τῶν πολι- τῶν, ὡς δὲ ὑμεῖς ἐδείξατε, μεγάλης.

οὔκουν ἠνέ- σχεσθε, ἀλλὰ καὶ αὐτοὶ πεινῆν καὶ γυναῖκας καὶ παῖδας ὁρᾶν καὶ πάνθ’ ὅσα πέφυκε λιμὸς ποιεῖν φέρειν ᾑρεῖσθε μᾶλλον ἢ δοῦναι ἐχθρὸν ἐχθρῷ ποιεῖν ὅ τι βούλοιτο. ἆρ’ ὑμῖν, ὦ βουλή, πονηρὸς ἐγὼ καὶ ἄδικος ἄνθρωπος εἰς τοῦτον γεγονέναι δοκῶ ἢ πονηρὸν καὶ ἄδικον εἰς τὴν πόλιν ἄνθρωπον οὐκ ἐῶν ὧν ἤθελε τυγχάνειν [*](2 οἱ(2) scripsi auctore lacobsio Lect καὶ libri edd 3 αὐ- τῶν libri edd 4 ὑμῶν scripsi e BVa ἡμῶν HVM edd scriptura in Cr incerta 6 ὑμῖν scripsi ex HV ut coni Mor ἡμῖν Μ edd scriptura in Cr incerta om BVa 9 αὐτὸν Β | μεγαλότιμον Va 12 ὁ(2) om BVa | ἢ om V | καὶ om Va 13 ὑμῶν scripsi ἡμῶν libri edd 14 τὰ Β 15 τιμὴν Va | ὑμᾶς scripsi e Β ἡμᾶς HVMVa edd scriptura in Cr incerta) [*](20 ἐχθρὼ ἐχθρὸν Va | ἐχθρῷ om Μ Mor 21 ἄνθρωπος ἄδικος MVa Mor 23 ἄνθρωπον εἰς τὴν πόλιν Va)

191
παρωξυγκέναι; ἀλλ’ οὐ τοῦ λοιποῦ ταῦτα οὐδὲ ἐξαι- τήσει με παρ’ ὑμῶν ὁ πλούσιος οὗτος πλὴν εἰ τὸν ἐμὸν νεκρόν.

15. Καί τινες ἐναντιοῦνται καὶ προσιόντες ἐρω- τῶσι· τί τὸ καταναγκάζον ἀποθανεῖν; ᾔδειν ὡς οὐκ ἄνευ πραγμάτων ἀποθανοῦμαι τῶν κοινωνῶν μοι τῆς πολιτείας μαχουμένων. οἶς συγγινώσκω μὲν ἀλγοῦ- σιν, εἰ τὸν αὑτῶν ἑταῖρον ὄψονται πίνοντα τὸ κώνειον, παραινέσαιμι δ’ ἂν ἐπιτρέψαι μοι χρήσασθαι τοῖς παρὰ τοῦ νόμου, ὅστις φησὶ τὸν οὐκ ἐθέλοντα ζῆν πρὸς τὴν βουλὴν τοῦτο εἰπόντα τυχόντα τῆς χάριτος ἀπελθεῖν, πρότερον πείσας ἐμαυτὸν ὡς οὐκ εἴη μοι βιωτέον.

Ἀλλὰ δεῖ μὲν καὶ τὰς αἰτίας λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας διελθεῖν, ἐγὼ δὲ καὶ τοῦτο ποιήσω. δυστυχοῦσαν ὁρῶ τὴν πόλιν. τοῦτό με πρῶτον ἀνιᾷ. λύπης δὲ μέγιστον ὁ θάνατος φάρμακον. ἤδη τις ἐρωμέ- νου μὴ φέρων | ὑπεροψίαν οὐκ ἔτ’ ἠξίωσε ζῆν, ἤδη [*](RIV 232) τις γεωργὸς ἁφθέντος αὐτῷ τοῦ ληίου, ἤδη τις στρα- τηγὸς νίκης ἁμαρτὼν ὑπὸ τύχης ἀδίκου, ἄλλος παῖδας ἀποβαλών, ἕτερος τὴν οὐσίαν. τὸν δὲ καὶ νόσος ἀνία- [*](1 παρωξυκέναι BVa | τουλοιποῦ BVa 2 εἰ inserui e Cr HVMVa ἢ Β om edd 4 κἄν τινες ἐναντιῶνται Β „malim καίτοι τινες“ Re 5 τὸ om HV scriptura in Cr incerta 8 αὐτῶν HVBVa | πιόντα ὄψονται Β | πίνοντα om Va | τὸ κώ- νειον scripsi auctore Gasda coll p. 199, 6 τοῦ κωνείου libri edd) [*](9 χρήσασθαι scripsi e CrHVB χρῆσθαι MVa edd 12 πρότερον in lac 5—6 litt om Β τὸν νόμον CrHVVa | μοι om Va I μεμυωτέον Va βιωτεύειν Β 18 μὲν scripsi με libri edd 16 λύπης — φάρμακον ἀποθανεῖν verbis τῆς μελέτης ἐν ᾖ πτωχός τις πτωχὸς τίς cod) ἀποθανεῖν ἀξιοῖ, ὡς ἂν ὁ πλού- σιος, ὧς ὑπέσχετο, ἐν λιμῷ θρέψῃ τὴν πόλιν citat Macarius Chrysocephalus fol. 79 v | δὲ om Macar | τίς CrHBVa | ἐρομένου Mor 17 ἔτ’ inserui e CrHV om BMVa edd 18 τίς Cr Η | γεωργός τις BMVa Mor | ἁφθέντος HV | τίς CrHVa)

192
τος ἐπὶ τοῦτο ἤγαγεν.

ἄγει τοίνυν καὶ ἐμὲ πρὸς τὸν θάνατον ἡ τοῦ σίτου σπάνις. εἰ γὰρ καὶ κοινὸν τοῦτο πόλεων καὶ ἄλλοτε ἄλλως ἐπιὸν καὶ οὐ τοῦτό γε μόνον, ἀλλὰ καὶ λοιμοὶ καὶ σεισμοὶ καὶ θαλάττης ἐπικλύσεις καὶ τούτων ἔτι πλείω προσβάλλειν ἀνθρώ- ποις εἴωθεν, ἀλλ’ ὑμᾶς γοῦν ἐβουλόμην ἴσα θεοῖς εὐτυχεῖν. ὑμεῖς γὰρ ἐμοὶ πάντα, παῖδες, περιουσία, ψυχή.

τί οὖν φημι; βραδέως ἐπὶ τὸν θάνατον ἥκω, βραδέως ἀνεμνήσθην τοῦ φαρμάκου. οὐ γὰρ ἐχρῆν εὐθὺς ἐπιτιμωμένου τοῦ σίτου; ταῦτ’ ἂν ἔπρεπε τὠ- μῷ πρὸς ὑμᾶς ἔρωτι. ἐγὼ δὲ ὁ μελλητὴς ἀνέμεινα τὴν τοῦ πλουσίου μέθην, ἐμέθυε γάρ, ἐμέθυεν ἐν τοῖς ἡμετέροις κακοῖς ἐπ’ ἐκκλησίας μέσης. καὶ ὥσπερ οὐκ ἐπὶ τοῦ βήματος ἑστηκώς, ἀλλ’ ἐν ἀκροπόλει καθήμενος οὕτως ἐπὶ τὸν ἐχθρὸν μετὰ τοῦ ξίφους ᾔει. καὶ τὸ ἐμοὶ τοῦδε βαρύτερον, μόνος σίτου τοσούτου δεσπότης ἠδυνήθη γενέσθαι. ἤκουσα φωνῆς ἢν οὐδ’ ἂν τῶν μάντεων προλεγόντων ἤλπισα· πωλῶ τροφὰς ὑμῖν τῆς τοῦ πένητος σφαγῆς. ὁ μὲν θνησκέτω, ὑμεῖς δὲ ἐσθίετε.

19. Ναί, φησιν, ᾔτησε μέν, λαβεῖν δὲ οὐκ ἠδυνήθη. καὶ πῶς οὐκ ἄλογον ἀθυμεῖν ὑπὸ τοῦ δήμου φρουρούμενον; ἐγὼ δὲ τὸν μὲν δῆμον, ὅπερ [*](14 cf. p. 193, 15) [*](1 κἀμὲ Β 3 ἄλλοτ’ VM edd 4 θαλάσσης Η scriptura in Cr incerta 5 ἀνθρώποις om Va 6 γοῦν om Β γε Η scriptura in Cr incerta | ἴσα scripsi ex HVBMVa scriptura in Cr incerta ἴσον edd 9 οὐ γὰρ in lac 4 litt om Β 11 πρὸς scripsi auctore Re περὶ libri edd ἡμᾶς MVa sed in hoo η in υ corr, Mor 12 ἐμέθυεν ἐν] ἐμέθυε CrHV 15 τοῦ cm V | εἴη Va 16 τοσούτου σίτου BMVa scriptura in Cr incerta 18 μάντεων Va sed ἄντε in ras m 2 21 φησι VVa edd scriptura in Cr incerta)

193
ἀρχόμενος εἶπον τοῦ λόγου, πάσης ἄξιον εὐφημίας ἡγοῦμαι, τὴν δ’ ἀπὸ τοῦ τὸν ἐχθρὸν τολμῆσαι ταῦτ’ ἐν ὑμῖν εἰπεῖν ἀθυμίαν οὐδὲν ἄν μου τῆς ψυχῆς ἐξ- έλοι. τοῖς μὲν γὰρ ἄλλοις δεινότατον εἶναι δοκεῖ πληγὰς ὑπὸ τῶν δυσμενῶν λαβεῖν καὶ εἰς τὸ σῶμα ὑβρισθῆ- ’ναι, ἐμοὶ δὲ ἀφόρητον, εἰ προπηλακίζοιτο νόμος, ὥσπερ αὖ μέγιστον εἰς εὐφροσύνην | ἰσχὺν ἔχειν τοὺς [*](RIV 233) νόμους.

οὐχ εἷς προπεπηλάκισται νόμος, ἀλλ’ ἅπας θεσμὸς ὕβρισται, μᾶλλον δέ, ὅλον τὸ σχῆμα τῆς πό- λεως τετάρακται. οὐ γὰρ ὅτι μὴ δεδώκατε τὸν φόνον, οὐδὲν τούτῳ κατὰ τῶν νόμων τετόλμηται, ἀλλ’ αὐτὸ δὴ τὸ μὴ δεδόσθαι τοῦ ταῦτα ἃ μὴ προσῆκεν ᾐτῆσθαι μαρτύριον γίνεται. ὑφ’ ὑμῶν μὲν οὖν οἱ νόμοι τετή- ρηνται, ὑπὸ τούτου δὲ κεκίνηνται.