Declamatio 33
Libanius
Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
τίς ὁ νομοθέτης, ὦ δικασταί, τούτων τῶν περιττῶν ὑμεναίων; λαμπτή- ρων δεῖ τόσων, παραπομπῆς, οἴνου πολλοῦ, μύρου, κρόκου. ἐνὶ γὰρ οὐκ ἔνι λύχνῳ τὴν νύμφην ἄγειν; ἄνευ θορύβου δὲ οὐκ ἄμεινον; χωρὶς θεατῶν δὲ οὐκ εὐπρεπέστερον; εἰ δὲ μὴ πολλοὶ προσεστήκοιεν ταῖς θύραις, οὐκ εἴσεται ὁ νυμφίος ἃ ποιητέον αὐτῷ πρὸς τὴν κόρην; ἀλλ’ ὅμως ἤνεγκα, φέρειν γὰρ ὑπὸ τῆς προικὸς ἐπειθόμην.