Declamatio 33

Libanius

Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

εἶτά με ἐρωτᾷς τί ἠδίκημαι. ἃ ἐχρῆν με ἔχειν οὐκ ἔχω. μείζω πληγῶν, ὦ παῖ, τετόλμηταί σοι. φορητὸς ἂν ἦσθα παίων, εἴ με εἰργάσω πλούσιον. ἡδόμην ἂν ῥαπίζοντος καὶ προπη- λακίζοντος. καὶ πάντα ἂν ἦν μοι διὰ τὸ χρυσίον μέτρια. νῦν δὲ ἀπέκτονάς με. διὰ σὲ γὰρ τεθνήξομαι. οὐχ ὁρᾶτε, ὦ δικασταί, τὸ σῶμα ὡς συντέτηκέ μοι; οὐχ ὁρᾶτε ὡς ἀσθενὲς φθέγγομαι | καὶ ἀπολω- [*](RIV 633) λός; κακόσιτός εἰμι, φεύγω τὰς συνουσίας, ἀγρυπνίᾳ ταλαιπωροῦμαι. τὸν κατάγελων οὐ φέρω.