Declamatio 33

Libanius

Libanius, Declamatio 33, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

θαυμάζω μὲν οὖν ὅπως οὐ καὶ νῦν ἐστεφανωμένος εἰς ὑμᾶς εἰσῆλθε. τοσοῦτον ἐπὶ τῷ θαλλῷ φρονεῖ καὶ οἴεται τόν τε ὄντα καὶ τὸν ἐσόμενον χρυσὸν οὐδὲν εἶναι πρὸς τὸ κτῆμα. καὶ γὰρ κτῆμα αὐτὸν ὁ ἀναίσθητος ὀνομάζει.