Declamatio 32
Libanius
Libanius, Declamatio 32, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἀλλ’ ὥσπερ τότε, καὶ νῦν ἡμιθνὴς ἐγενόμην, ὠχρός, ἄφωνος. ἴλιγ- γος ἐν τῇ κεφαλῇ, σκότος περὶ τὰ ὄμματα. οἱ δὲ πόδες οἷ μὲν ἐβουλόμην οὐ προῇσαν, τῶν δὲ τῆς ἑταίρας ἰχνῶν ἐξεδέδεντο. καὶ παρειπόμην τῶν μὲν ἐν ποσὶν οὐδὲν καθορῶν, εἰς δὲ αὐτὴν ὅπως τῷ τε χρυσίῳ καὶ τῷ κάλλει κεκόσμητο κεχηνώς, ἕως οἴκαδε ἐλθοῦσα τοὺς μὲν παρῆκεν ἔσω τῶν ἐραστῶν, ἐμὲ δὲ ἀπέκλει- σεν.