Declamatio 32

Libanius

Libanius, Declamatio 32, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

διὸ κἂν θεωρῇ, φησί, τὼ δύ’ ὀβολὼ λαμβανέτω, ἔνα μὴ οἴκοθεν θέαν πριά- μενος πλέον δάκνηται ζημιούμενος ἢ θεώμενος τέρπε- ται, κἂν δικάζῃ, ὁ μισθὸς ἔστω τῷ μέλλοντι τῆς τῶν δικαζομένων κραυγῆς καὶ ἀναισχυντίας ἀνέξεσθαι. καὶ καθάπαξ, ὅπου μέλλει τὴν πόλιν εἰσιὼν ὠφελεῖν, κερ- δαινέτω παρὰ τῆς πόλεως. δίκαιον, ὦ θεοί, τὸ κέρδος καὶ σοφοῦ νομοθέτου τοὐπίταγμα μὴ κεναῖς χερσὶν ἀπελθεῖν τὸν τὴν ἡμέραν ὅλην ὑπὲρ τῶν κοινῶν κα- τατρίψαντα.

16. Ταύταις οὖν ταῖς προσόδοις οὐ παρέργως προσ- έσχον, ὦ βουλή, ἀλλ’ ὁσάκις θεωρικοῦ διανομὴν ἡ [*](5 cf. t. VI 621,2 7 cf. t. III 182, 1 | cf. p. 50, 3 et 11; arg. Dem. Οl. I § 4. Dem. cor. p. 234, 24. Arist. ran. 141. Poll. VIII 113 9 cf. ad p. 81, 7) [*](4 μάτην τὴν ἐκκλησίαν om Ma 5 τἆλλα Η τ’ ἄλλα Β τὰ ἄλλα Va | ὄντων inter πληρούντων et αὐτὰ inser VaB2) [*](6 τι inser B 2 τί HMaClVa Ι κατατιθεμένων scripsi ex Η VClVaB cum lacobsio Scliul et Sinteni τιθεμένων Ma κατα- τιθέμενον Re | δι’ ὃ V Re 7 δύω Va 8 τέρπηται in ras Va 2 9 μὴ ante δικάζῃ Ma sed del m 2 10 δικαζόντων Β) [*](11 ὅπου scripsi ὅποι libri Re | εἰσιὼν om Va Ι τίς ante ὠφελεῖν inser Va 2B 2 12 περὶ Va Ι δίκην MaCl sed in hoc ἢν in ἄιον corr m 4 13 τοὐπίταγμα scripsi e MaClVaB coll p. 48, 15 τὸ ἐπίταγμα HV Re 16 Ταύταις scripsi ex HMa ClVaB cum Sinteni ταῦτ’ V Re | παρέργως scripsi ex HVaB cum lacobsio Philostr im 613 Schul παρέργους VMaCl Re | προσεῖχον Β)

50
πόλις ἐποίει, ὁ μὲν γείτων ἐκάθευδεν ἂν καὶ ὑετὸν ἡ κρύος ἀντὶ τῆς ἀργίας ἐμποδὼν εἶναι φήσας ὑπερε- φρόνει τοῖν δυοῖν ὀβολοῖν καὶ σεμνότερος ἦν τῶν νό- μων, ἐμοὶ δὲ οὐδὲ ὕπνος ἐπῄει οὐδ’ ἦν τὰ ἐκ τοῦ [*](RIV 831) οὐρανοῦ δεινὰ | φοβερώτερα τοῦ μὴ λαβεῖν, ἀλλὰ μέσων νυκτῶν ἀναστὰς ἐφεστήκειν ἂν τῷ διανέμοντι καὶ κατὰ σχολὴν τἀργύριον καταριθμηθείς, ὅπερ οὐκ ἂν ὑπῆρξε μετὰ πολλοὺς ἐληλυθότι, ἀλλὰ προέρριψεν ἂν ἐν τῷ ὄχλῳ τὸ ἥμισυ, ἀπῄειν οἴκαδε τὸ πᾶν ἔχων καὶ πρίν τινα κινηθῆναι τῆς εὐνῆς ἡ κιβωτὸς εἶχε τὼ δύ’ ὀβολώ. θέαν δ’ οὐκ ἂν ἔτ’ ἐπριάμην, ἀλλ’ ἐρρῶ- σθαι φράσας τῷ ἀρχιτέκτονι καὶ τῷ σεμνῶς καθῆσθαι θεώμενος ἑστὼς ἐθεώμην παρενείρας που τοῖς μετοί- κοις ἐμαυτὸν ἢ τοῖς ξένοις. καὶ οὕτως ἡ τέρψις ἦν οὐκ ἐλάττων καὶ τἀργύριον πλέον.

ταύτην γε οὖν τὴν πρόσοδον οὕτω συνελεξάμην καὶ ἔτ’ ἀκριβέστερον τὰς λοιπάς, τὸν δικαστικὸν μισθόν, τὸν τῆς ἐκκλησίας καὶ ὃν νῦν ὑμεῖς, ὦ μακάριοι, λήψεσθε. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ὅτε δικάζειν κληρουμένων τῶν φυλετῶν ἀπελείφθην ἐγὼ ἐν μὲν τῷ πολλάκις κληροῦσθαι πολ- [*](11 cf. ad t. VI 410, 1 18 cf. p. 52, 1; 57, 4) [*](2 φήσας Va sed φ in ras m 2 4 οὐδ’ Β 6 μέσον Va Ι ἐφειστήκειν ClVa 7 κατὰ σχολὴν scripsi ex HVaB cum Cobeto Misc 143 Coll 303 κατασχολὴν VMaCl Re 1 ἀπαριθμη- θεὶς Va et in lac Β καταριθμήσας Cobetus 8 κατὰ Va sed μετὰ suprascr m 2 | πολλοὺς VaB sed ῶν suprascr Va 2B 2 | προ- έρριψεν scripsi προσέρριψεν libri Re παρερρύησεν lacobs Schul) [*](10 τῆς εὐνῆς inserui e VaB sed in hoc inser m 2 om HV MaCl Re | ἡ κιβωτὸς εἶχε scripsi coll p. 27, 12 sq. αὐτὸς εἶχον MaClVaB τις εἶχε HV Re ἡ κίστη εἶχε lacobs Lect Schul) [*](11 δ’ inser Va 2 12 τῷ(2)] τὸ HVVa sed in hoc ὸ in ῶ corr 14 ἦν non ante οὐκ, sed post ἐλάττων Ma 16 γε scripsi τε libri Re 17 τὸν(1) om Va)

51
λακὶς δικάσειν οἰόμενος, ἐν δὲ τῷ πολλάκις δικάζειν πολλάκις ἂν λαβεῖν ὀβολούς, τοὺς δ’ ὀβολοὺς τούτους συνεχῶς διδομένους γίγνεσθαι δραχμὰς καὶ τὰς δραχ- μὰς φυλαττομένας γίγνεσθαι μνᾶς, ὥσθ’ ὃ μικρὸν ὑμεῖς καθ’ ἕκαστον οἴεσθε, τοῦτ’ ἐμοὶ συγκεφαλαιού- μένον γίγνεται μέγα καὶ οὗ τοῖς ἄλλοις ἀναίσθητος ἡ ὠφέλεια, τούτου μοι γέμει βαλάντιον.

γέμει δὲ πλείονα κἀκ τῆς ἐκκλησίας τρίτον διδούσης ἑκάστου μηνός, ἔνα τὰς συγκλήτους ἀφῶ. ἐν δὲ τοῖς μεγάλοις καὶ κατεπείγουσι πράγμασιν, ὅτε δὴ καὶ πλέον τοῦ συνήθους λαμβάνουσιν οἱ πρῶτοι παραγενόμενοι, οὐ πρύτανις ἔφθασεν, ὦ βουλή, οὐ πρόεδρος, οὐχ ὁ τὰς κλεῖς ἔχων τῆς πνυκὸς ἐπιστάτης. οἶδα πολλάκις, νὴ τοὺς θεούς, καὶ πρὸ τῶν τοξοτῶν ἀφικόμενος, καὶ λα- βὼν ἂν τὸν τοῦ τάχους μισθὸν προσελάμβανον αὖθις τὸν τῆς ἐκκλησίας καὶ οὕτως ἐπληροῦτο τὸ τοῦ ἔπους τὸ ἔνθα κ’ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.

[*](5 Diod. I 49 8 schol. ad Arist. Ach. 19. Dem. cor. p. 249, 14 c. schol.; Timocr. § 21 p. 706,19 9 schol. ad Arist. 1. 1. Aeschin. fals. leg. § 72 p. 37, 27. Dem. cor. § 73 p. 249, 14 cum schol. 17 Od. κ 84)[*](2 ἂν om Va Ι ἀναλαΚεῖν VaB 3 γίνεσθαι VaB Re | καὶ τἀς δραχμὰς inserui e libris δραχμὰς lacobs Ach T 863 Schul om Re 4 γίνεσθαι ClVaB 5 καθ’ ἕκαστον scripsi e MaB sed in hoc ἢν supra ὂν m 2 καθ’ ἑκάστην HCl καθε- κάστην VVa Re 6 γίνεται Va | οὐ Va sed in οὖ corr m2)[*](7 ἐμοὶ Va 9 ἴνα τἀς συγκλήτους ἀφῶ scripsi e Va et γρ in marg Β ἀνὰ τἀς συγκλήτους ἀπέχω HVMaClB Re 10 πράγμασιν, ὅτε δὴ scripsi ὅτε δἢ quod ante οὐ l. 11 exhibent libri Re huc transponens πράγμασι libri Re πράγμασιν οἶς vel ὅτε lacobs Lect Schul 11 πρῶτοι scripsi e Va πρῶτον HV MaClB Re 12 ἔφθανεν Ma 13 πυκὸς Η νυκτὸς Va 14 καὶ(1) inserui e VaB om HVMaCl Re 15 προσέλαβον Va)[*](16 ἐπληροῦτο scripsi ex HMaClVaB ἐπληροῦντο V Re ἐπλήρουν lacobs Schul 17 k' ἄυπνος scripsi κἄυπνος libri Re)
52

19. πρόσθετε τούτοις, ὦ βουλευταί, τὰ παρὰ τῶν γά- μους μνωμένων, τὰ παρ’ ἑκάστου τῶν γαμούντων, τὰ παρὰ τῶν ἀρχὰς εἰληφότων, ὅσα διαιτήσας ἔλαβον, ὅσα συνθήκαις παραγενόμενος, ὅσα τοῖς πωλοῦσιν, ὅσα τοῖς ὠνουμένοις, ὅσα τοῖς διαθήκας γράφουσι, κιχρῶν τὴν χεῖρα πανταχοῦ καὶ παρέχων ἰσχὺν τοῖς ἐκείνων [*](RIV 832) γράμμασι διὰ τῶν ἐμαυτοῦ. Ι εἰ γοῦν καταμάθοι τις τἀν τῇ πόλει γραμματεῖα οὐχ ἑνὸς ἔτους οὐδὲ δυοῖν, ἀλλὰ τόσων καὶ τόσων, τὰ πλεῖστα ἂν εὕροι τῇ ἐμῇ χειρὶ βεβαιούμενα. ὧν τὸ κέρδος ὅστις φυ- λάττοι καθάπερ κἀγώ, οὐδένα ἂν εὕροι τῶν εὐφορω- τάτων ἀγρῶν τοσαύτην ἀποφέροντα πρόσοδον.