Declamatio 32
Libanius
Libanius, Declamatio 32, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
καὶ νῦν ἐπειδὴ καιρὸς ἧκε ζημίας ἀπαραίτητος καὶ θεὸς βίαιος ἐπι- στὰς οὐκ ἐᾷ κρατεῖν με τῶν ἐμαυτοῦ λογισμῶν, ἀλλ’ ὥσπερ τύραννος τοὺς νόμους λύειν βιάζεται καὶ τὸ χρυσίον ἐκ τῶν ἐμῶν χειρῶν εἰς ἑτέρους μετάγειν, ὃ τῶν πικρῶν τυραννίδων ἐστὶ τὸ βαρύτατον, ἕνα μὴ παρανομεῖν βιασθῶ, τεθνάναι μᾶλλον εἱλόμην.