Declamatio 30
Libanius
Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
διὰ τί οὐ δύο χεῖρες ἅπασιν, οὐ | πόδες δύο, οὐκ ὧτα καὶ ὀφθαλμοὶ τοσοῦτοι; τί ποτ’ οὖν μὴ μιᾷ φύσει μίαν ἐπέστησαν τύχην; ἆρ’ οὐ πολλῷ μετριώ- τερον κέχρηνται τοῖς θηρίοις ἢ ἡμῖν; οὐ λέων λέοντος εὐπορώτερος, οὐ λύκου λύκος, οὐ τῶν ἄλλων οὐδὲν οὐδενός. πάντα ἐν ὄρεσι καθεύδει, πάντα τοῖς αὐτοῖς τρέφεται, πάντα ὕδωρ πίνει. κοιναὶ μὲν πηγαί, κοινοὶ δὲ ποταμοί. πένεσθαι δὲ καὶ πλουτεῖν παρ’ ἐκείνοις οὐκ ἔστι, διόπερ οὐδὲ φθονεῖν.