Declamatio 30
Libanius
Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
δότε χάριν ἧς πολλοὶ μετ’ ἐμὲ δεήσονται. πολλοῖς ἔσομαι τοιούτου θανάτου διδάσκαλος, οἱ νῦν λυποῦνται μὲν ἐφ’ οἷσπερ ἐγώ, λείπονται δὲ τῆς ἐμῆς ἀνδρείας. ἀλλ’ ἂν ἴδωσί με πίνοντα θαρρούντως ἀποθήσονται τὴν δειλίαν, καὶ τὸ βουλευτήριον ὄψεσθε, μεστὸν ἐπειγομένων ἀποθανεῖν. ἀνοιγνύτω τις τοῖς πένησι τὴν ὁδόν, καλείτω τις δι’ ἐμοῦ πολλοὺς ἐπὶ τὸ κώνειον. δούλοις μὲν ἐπιεικέσι δεσπότης χρηστὸς ἀναι- ρεῖ τὴν δουλείαν, ἐλευθέροις δὲ δυστυχοῦσιν ἀληθὴς ἐλευθερία ὁ θάνατος. παραινῶ δὲ καὶ τῇ πόλει μὴ μετρίως φέρειν τὴν τῶν ὁμόρων εὐδαιμονίαν, ἀλλ’ ἢ ταπεινοτέρους ἔχειν ἢ μέγα δυναμένων ἀλγεῖν. φαίην δ’ ἂν ὅτι καὶ κατεσκάφθαι πόλει βέλτιον ἢ παροικεῖν ἀμείνοσιν.
66. Οὐκ ἔτ’ οὖν ὄψει, φησί, τουτὶ τὸ βουλευ- τήριον. ἴδω δὲ ἔτι τὴν οἰκίαν τοῦ γείτονος; οὐκ ἔτ’ [*](1 αἰτῶ Vi sed ζητῶ in marg m 2 | αἰτῶ Vi sed ζητῶ in marg m 2 2 οἱ ante πολλοὶ Cl | δεήσονται La sed ε in ras ex ἑ corr n 3 τοῦ τοιούτου ΜοΒ et Iacobs Philostr im 236 | οἱ edd 4 ἐγὼ λυποῦμαι Va 5 ἀνδρίας 6 ἀποθήσονται V sed ται in ras m 2 ἀπωθήσονται Va ἀπώ- σονται ΜοΒ 7 βουλομένων Ρ et γρ in marg Hor | ἀνοιγνύτω τις τοῖς πένησι τὴν ὀδὸν enucleavit Kockius | et 8 τίς HViCl 9 δούλοις — 11 θάνατος citat Macarius Chrys. fol. 79 10 δυστυχέσιν PLa sed in hoc έσ ex ῆσσ corr f 11 ὁ om BPMLaViClVa Macar Mor 12 τὴν om Cl | Vi sed ὁμόρων in marg m 2 13 ταπεινοτέρους Va sed ους in ras m 2 14 καὶ omBVa | κατεσκάφθαι V sed ε et άφθ ras m 2 κατασκευάσαι Η Re | τῆ ante πόλει MViCl Ι πόλει sed ει ex ι corr et in marg ἢ πόλιν βέλτιον ἤτοι κατὰ πόλιν βέλτερον s πόλιν e Μο Iacobs Ach T 742 et Steph. Thes. s. v. κατασκάπτειν 15 ἀμείνοσιν Cl sed del et εὐδαίμοσιν suprascr m 4, Vi sed εὐδαίμοσιν in marg m 2 16 οὐκέτ’ Ρ οὔκουν Vi | ἔτ’ οὖν om Vi | φησί om Ρ 17 δὲ ἔτι scripsi e ViClVa δέ τι HV δ’ ἔτι Ρ δὲ edd | οὐκέτ’ BPLa)
67. Ὦ φίλτατε σὺ καὶ μόνος ἀπολαβὼν τὴν τύχην καὶ πάλαι μὲν ἑταῖρε, νῦν δὲ πλούσιε, σὲ μὲν οὐδὲν [*](R IV 180) εἴρηκα παρὰ | τοῖσδε κακόν, τὴν δὲ Τύχην οὐκ ἔστιν εἰπεῖν ὅσα. περὶ μὲν τῶν σῶν ταλάντων οὐδὲν εἴρηται κακόηθες, ἀλλὰ κἂν ἄλλον κωλύσαιμι. μηδεὶς οἰέσθω τοῦτον ἱερὰ σεσυληκότα πλουτεῖν ἢ διορύξαντα τοίχους ἢ κεκινηκότα τάφους ἢ προσθέμενον τοῖς πο- λεμίοις. ἄπεστιν αἰτία φαύλη τῆς εὐπορίας. ἀλλ’ ὥσπερ οὐκ ἐπιλαμβάνομαι τῶν τρόπων, οὕτω λοιδοροῦμαι τῷ δαίμονι, δι’ ὅν, ὦ γειτόνων εὐδαιμονέστατε, πίνω τὸ κώνειον.