Declamatio 30

Libanius

Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

φέρε γάρ, εἴ πως αὐτοὺς ἐδυνήθην δεῦρο καταγαγὼν διαλεχθῆναι βραχέα, τί ἂν ἀπεκρί- ναντο; ὑμεῖς οἱ τιμᾶσθαι βουλόμενοι καὶ θυ- σιῶν ἀπολαύειν ᾠήθητε χρῆναι καὶ τὸ τῶν ἀνθρώπων ποιῆσαι γένος εἴτε πηλῷ χρησάμε- νοι πρὸς τὴν ποίησιν εἴθ’ ὅτῳ δήποτε ἄλλῳ. τέ οὖν μαθόντες εὐθὺς ἠδικεῖτε περὶ τὰ πλατ- τόμενα τὸν μὲν μείζω δημιουργοῦντες, τὸν δὲ ἐλάττω, τὸν μὲν ἰσχυρόν, τὸν δὲ ἀσθενῆ, τὸν μὲν βραδύν, τὸν δὲ ποδώκη, τὸν μὲν ὥρᾳ λαμ- πρόν, ἕτερον δὲ ἄμορφον;