Declamatio 30

Libanius

Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

τοιοῦτον δή τι καὶ τὸ τῶν πλουσίων. οἰκίαν τις εὖ φερομένην παρείληφεν. οὐκ ἀφόρητόν μοι τοῦτο γέγονε. πεπλούτηκέ τις ὑπὲρ τοὺς πολλοὺς ἐξαίφνης. τίς ἀνέξεται; μεῖζον τοίνυν ἕτερον εἰς τὸ δεῖν ἀπελθεῖν; εὐπορεῖ τις ἐξαίφνης. πόρρω που κατοικείτω, μακρὰν εὐπαθείτω. μὴ γείτων ἔστω, μὴ πλησίον τρυφάτω. μή μου τοὺς ὀφθαλμοὺς ὁ πλοῦτος εἰς αὑτὸν ἑλκέτω.