Declamatio 30

Libanius

Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

οὕτω δὴ καὶ πρὸς τὰ δυσχερέστατα τῶν πραγμάτων ἔχουσιν ἄνθρωποι. τοῖς μὲν δεινότατον εἶναι δοκεῖ φυγή, τοῖς δὲ ἀτιμία, τοῖς δὲ δήμευσις, τοῖς δὲ τὸ δεδέσθαι, τοῖς δὲ παίδων θάνατος, τοῖς δὲ τὸ πεπηρῶσθαι. καὶ ταὐτὰ τοὺς μὲν ἔπεισεν ὡς οὐκ ἄξιον ζῆν, τοὺς δὲ ὧς ἐπὶ κούφοις μὴ τεταράχθαι. σοὶ δεινὸν ἀποβολὴ παίδων, ἐμοὶ δὲ γείτονος εὐτυχία, ἑτέρῳ χεῖρα ἀποτετμῆσθαι, ἐμοὶ παροικεῖν εὐδαίμονι.