Declamatio 30

Libanius

Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

οἱ μὲν οὖν ἄλλοι δαιτυμόνες ἤσθιόν τε καὶ ἔπινον, ἐγὼ δὲ ἴδιον, ἐκαλινδούμην, ἔτριβον τὴν κεφαλήν, οὐ μετ- εῖχον ἐδωδῆς, ἀπεωθούμην ἐκπώματα καί που καὶ σφοδρότερον ἀναστένων ἐξήλεγξα τὸ πάθος, ὥστε καὶ γέλωτα παρεῖχον τοῖς συμπόταις ἤδη μεθύουσιν. ἦν γὰρ δὴ παρὰ τῷ γείτονι τοσοῦτος οἶνος ὅσονπερ ὕδωρ. αὐλητρίδες τὰ ἐντεῦθεν καὶ ηὐλούμεθα μέχρι πόρρω τῶν νυκτῶν.